호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς δ οὐδὲν ἐγίνετο πέρας, χωρὶς ἑκάστους ἀπολαμβάνων ὁ Κοίντιος, τούς τε δημάρχους καὶ τὸν Ἄππιον, ἐδεῖτο καὶ ἐλιπάρει καὶ τὰ κοινὰ τῶν ἰδίων ἀναγκαιότερα ἡγεῖσθαι ἠξίου.? ὁρῶν δὲ τοὺς μὲν ἤδη πεπειροτέρους γεγονότας, τὸν δὲ συνάρχοντα ἐπὶ τῆς αὐτῆς αὐθαδείας μένοντα πείθει τοὺς ἀμφὶ Λαιτώριον, ὑπὲρ ἁπάντων τῶν τ ἰδίων ἐγκλημάτων καὶ τῶν δημοσίων τὴν βουλὴν ποιῆσαι κυρίαν. τοῦτο διεπράξατο, συνεκάλει τὴν βουλὴν καὶ τοὺς δημάρχους πολλὰ ἐπαινέσας καὶ τοῦ συνάρχοντος δεηθεὶς μὴ ἀντιπράττειν τῇ σωτηρίᾳ τῆς πόλεως ἐκάλει τοὺς εἰωθότας ἀποφαίνεσθαι γνώμας.
πρῶτος δὲ κληθεὶς Πόπλιος Οὐαλέριος Ποπλικόλας γνώμην ἀπεφήνατο τήνδε:
ὅσα μὲν ἀλλήλοις ἐγκαλοῦσιν οἵ τε δήμαρχοι καὶ ὁ ὕπατος, ὑπὲρ ὧν ἔπαθον ἢ ἔδρασαν ἐν τῇ ταραχῇ, ἐπειδὴ οὐκ ἐξ ἐπιβουλῆς οὐδ οἰκείας πλεονεξίας ἕνεκεν εἰς αὐτὰ κατέστησαν, ἀλλ ὑπὸ τῆς εἰς τὰ κοινὰ φιλοτιμίας, ἀφεῖσθαι δημοσίᾳ καὶ μηδεμίαν ὑπὲρ αὐτῶν εἶναι δίκην: περὶ δὲ τοῦ νόμου, ἐπειδὴ ὁ ὕπατος οὐκ ἐᾷ νόμον ἀπροβούλευτον εἰς τὴν ἐκκλησίαν ἐκφέρειν, προβουλεῦσαι μὲν περὶ τούτου τὸ συνέδριον: τοὺς δὲ δημάρχους ἅμα τοῖς ὑπάτοις ἐπιμέλειαν ποιήσασθαι τῆς θ ὁμονοίας τῶν πολιτῶν, ὅταν ἡ ψῆφος περὶ αὐτοῦ διαφέρηται, καὶ τῆς εὐκοσμίας. ἐπαινεσάντων δὲ τὴν γνώμην ἁπάντων εὐθὺς ἀνέδωκε τὴν ὑπὲρ τοῦ νόμου ψῆφον ὁ Κοίντιος τῷ συνεδρίῳ, καὶ πολλὰ μὲν Ἀππίου κατηγορήσαντος, πολλὰ δὲ τῶν δημάρχων ἀντιλεξάντων, ἐνίκα παρὰ πολλὰς ψήφους ἡ τὸν νόμον εἰσφέρειν ἀξιοῦσα γνώμη.
ἐπικυρωθέντος δὲ τοῦ προβουλεύματος αἵ τε ἴδιαι τῶν ἀρχόντων διαφοραὶ διελύθησαν, καὶ ὁ δῆμος ἀγαπητῶς δεξάμενος τὸ συγχώρημα τῆς βουλῆς ἐπεψήφισε τὸν νόμον.
ἀπ ἐκείνου τοῦ χρόνου τὰ τῶν δημάρχων καὶ ἀγορανόμων ἀρχαιρέσια μέχρι τοῦ καθ ἡμᾶς χρόνου δίχα οἰωνῶν τε καὶ τῆς ἄλλης ὀττείας ἀπάσης αἱ φυλετικαὶ ψηφοφοροῦσιν ἐκκλησίαι. αὕτη λύσις ἐγένετο τῆς τότε κατασχούσης ταραχῆς τὴν πόλιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기