호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διεξελθὼν δὲ τὸν ὑπὲρ τοῦ δήμου λόγον, ἐπιστρέψας ἐπὶ τὸν Ἄππιον:? ἔπειτα σὺ τολμᾷς, εἶπε, λοιδορεῖσθαι τούτοις, δι οὓς μεγάλη μὲν ἐκ μικρᾶς, ἐπιφανὴς δ ἐξ ἀδόξου γέγονεν ἡ πόλις· καὶ στασιαστὰς ἑτέρους ἀποκαλεῖς καὶ φυγαδικήν τινα τύχην ὀνειδίζεις, ὥσπερ οὐχ ἁπάντων ἔτι τούτων μεμνημένων τὸ καθ ὑμᾶς, ὅτι στασιάσαντες οἱ σοὶ πρόγονοι πρὸς τοὺς ἐν τέλει καὶ τὴν ἑαυτῶν πατρίδα καταλιπόντες ἐνθάδ ἱδρύθησαν ἱκέται· εἰ μὴ ἄρα ὑμεῖς μὲν ἐκλιπόντες τὴν ἑαυτῶν πατρίδα πόθῳ τῆς ἐλευθερίας καλὸν ἔργον ἐπράττετε, Ῥωμαῖοι δὲ τὰ ὅμοια ὑμῖν δεδρακότες οὐ καλόν. τολμᾷς δὲ καὶ τὴν τῶν δημάρχων ἐξουσίαν ὡς ἐπὶ κακῷ παρεληλυθυῖαν εἰς τὴν πόλιν λοιδορεῖν, καὶ πείθεις τουτουσὶ καταλῦσαι τὴν τῶν πενήτων ἐπικουρίαν τὴν ἱερὰν καὶ ἀκίνητον καὶ μεγάλαις ἠσφαλισμένην ἐκ θεῶν τε καὶ ἀνθρώπων ἀνάγκαις, ὦ μισοδημότατε καὶ τυραννικώτατε·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기