호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διεξελθὼν δὲ τὸν ὑπὲρ τοῦ δήμου λόγον, ἐπιστρέψας ἐπὶ τὸν Ἄππιον:? ἔπειτα σὺ τολμᾷς, εἶπε, λοιδορεῖσθαι τούτοις, δι οὓς μεγάλη μὲν ἐκ μικρᾶς, ἐπιφανὴς δ ἐξ ἀδόξου γέγονεν ἡ πόλις· καὶ στασιαστὰς ἑτέρους ἀποκαλεῖς καὶ φυγαδικήν τινα τύχην ὀνειδίζεις, ὥσπερ οὐχ ἁπάντων ἔτι τούτων μεμνημένων τὸ καθ ὑμᾶς, ὅτι στασιάσαντες οἱ σοὶ πρόγονοι πρὸς τοὺς ἐν τέλει καὶ τὴν ἑαυτῶν πατρίδα καταλιπόντες ἐνθάδ ἱδρύθησαν ἱκέται· εἰ μὴ ἄρα ὑμεῖς μὲν ἐκλιπόντες τὴν ἑαυτῶν πατρίδα πόθῳ τῆς ἐλευθερίας καλὸν ἔργον ἐπράττετε, Ῥωμαῖοι δὲ τὰ ὅμοια ὑμῖν δεδρακότες οὐ καλόν. τολμᾷς δὲ καὶ τὴν τῶν δημάρχων ἐξουσίαν ὡς ἐπὶ κακῷ παρεληλυθυῖαν εἰς τὴν πόλιν λοιδορεῖν, καὶ πείθεις τουτουσὶ καταλῦσαι τὴν τῶν πενήτων ἐπικουρίαν τὴν ἱερὰν καὶ ἀκίνητον καὶ μεγάλαις ἠσφαλισμένην ἐκ θεῶν τε καὶ ἀνθρώπων ἀνάγκαις, ὦ μισοδημότατε καὶ τυραννικώτατε· καὶ οὐδὲ τοῦτ ἄρα ἐδυνήθης μαθεῖν, ὅτι τῇ τε βουλῇ καὶ τῇ σεαυτοῦ ἀρχῇ ταῦτα λέγων λοιδορῇ·
καὶ γὰρ ἡ βουλὴ διαναστᾶσα πρὸς τοὺς βασιλεῖς, ὧν οὐκέτι τὰς ὑπερηφανίας καὶ τὰς ὕβρεις ὑποφέρειν ἠξίου, τὸ τῶν ὑπάτων ἀρχεῖον κατεστήσατο, καὶ πρὶν ἐκείνους ἐξελάσαι τῆς πόλεως ἑτέρους ἐποίησε τῆς βασιλικῆς ἐξουσίας κυρίους.
ὥσθ ἃ περὶ τῆς δημαρχίας λέγεις, ὡς ἐπὶ κακῷ παρεληλυθυίας, ἐπειδὴ τὴν ἀρχὴν ἀπὸ διχοστασίας ἔλαβε, ταῦτα καὶ κατὰ τῆς ὑπατείας λέγεις.
οὐδὲ γὰρ ἐκείνην ἄλλη τις εἰσήγαγε πρόφασις, ἀλλ ἡ πρὸς τοὺς βασιλεῖς τῶν πατρικίων στάσις. ἀλλὰ τί ταῦτά σοι διαλέγομαι, ὡς χρηστῷ καὶ μετρίῳ πολίτῃ, ὃν ἅπαντες ἴσασιν οὗτοι σκαιὸν ὄντα διὰ γένος καὶ πικρὸν καὶ μισόδημον καὶ τὸ θηριῶδες ὑπὸ φύσεως οὐδέποτ ἐξημερῶσαι δυνάμενον, ἀλλ οὐχ ὁμόσε χωρῶ σοι τὰ ἔργα ἐπίπροσθεν ποιησάμενος τῶν λόγων, καὶ δείκνυμι, ὅσην ἰσχὺν ὁ δῆμος ἔχων λέληθέ σε, ὃν οὐκ ᾐσχύνθης ἀνέστιον καὶ ῥυπαρὸν καλῶν, καὶ ὅσον ἥδε ἡ ἀρχὴ δυναμένη, ἥν δε ὁ νόμος ἐκτρέπεσθαι καὶ εἴκειν ἀναγκάζει·
παρεὶς δὲ καὶ αὐτὸς ἅπασαν εἰρωνείαν ἔργου ἕξομαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기