호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀνήρ τις ἐκ τῶν δημοτικῶν τὰ πολέμια λαμπρός, Βολέρων Πόπλιος, ἡγεμονίαν ἐσχηκὼς λόχων ἐν ταῖς προτέραις στρατείαις, τότ ἀντὶ λοχαγοῦ στρατιώτης πρὸς αὐτῶν κατεγράφετο.? καὶ οὐκ ἠξίου χώραν ἀτιμοτέραν λαβεῖν οὐδὲν ἡμαρτηκὼς ἐν ταῖς προτέραις στρατείαις, δυσανασχετοῦντες οἱ ὕπατοι τὴν παρρησίαν αὐτοῦ τοῖς ῥαβδούχοις ἐκέλευσαν τὴν ἐσθῆτά τε περικαταρρῆξαι καὶ ταῖς ῥάβδοις τὸ σῶμα ξαίνειν.
ὁ δὲ νεανίας τούς τε δημάρχους ἐπεκαλεῖτο, καί, εἴ τι ἀδικεῖ, κρίσιν ἐπὶ τῶν δημοτῶν ὑπέχειν ἠξίου.
ὡς δ οὐ προσεῖχον αὐτῷ τὸν νοῦν οἱ ὕπατοι, ἀλλὰ τοῖς ῥαβδούχοις ἄγειν καὶ τύπτειν ἐπεκελεύοντο, οὐκ ἀνασχετὸν ἡγησάμενος εἶναι τὴν ὕβριν αὐτὸς ἑαυτῷ ταμίας τῆς δίκης γίνεται. τόν τε γὰρ πρῶτον προσελθόντα τῶν ῥαβδούχων παίων εἰς τὸ πρόσωπον ἐναντίαις πυγμαῖς νεανίας καὶ ἐρρωμένος ἀνὴρ ἀνατρέπει καὶ τὸν ἐπὶ τούτῳ.
ἀγανακτησάντων δὲ τῶν ὑπάτων καὶ πᾶσιν ἅμα τοῖς ὑπηρέταις προσελθεῖν κελευσάντων δεινόν τι τοῖς παροῦσι τῶν δημοτικῶν ἐφάνη: καὶ αὐτίκα συστραφέντες ἀθρόοι καὶ ἀναβοήσαντες τὸ παρακλητικὸν τῆς ἀλλήλων ὀργῆς τόν τε νεανίσκον ἐξήρπασαν καὶ τοὺς ῥαβδούχους ἀπέστησαν παίοντες καὶ τελευτῶντες ἐπὶ τοὺς ὑπάτους ὡρ´μησαν, καὶ εἰ μὴ καταλιπόντες ἐκεῖνοι τὴν ἀγορὰν ἔφυγον, ἀνήκεστον ἄν τι κακὸν ἐξειργάσαντο.
ἐκ δὲ τούτου διειστήκει πᾶσα ἡ πόλις, καὶ οἱ τέως ἡσυχάζοντες δήμαρχοι τότ ἠγριοῦντο καὶ τῶν ὑπάτων κατηγόρουν.
περιειστήκει τε ἡ περὶ τῆς κληρουχίας στάσις εἰς ἕτερον μείζονα ὑπὲρ τοῦ κόσμου τῆς πολιτείας ἀγῶνα. οἱ μέν γε πατρίκιοι τοῖς ὑπάτοις ὡς καταλυομένης αὐτῶν τῆς ἐξουσίας συναγανακτοῦντες τὸν ἐπιβαλεῖν χεῖρας τοῖς ὑπηρέταις τολμήσαντα κατὰ κρημνοῦ βαλεῖν ἠξίουν.
οἱ δὲ δημοτικοὶ συστρέψαντες αὑτοὺς κατεβόων τε καὶ παρεκελεύοντο μὴ προδιδόναι σφῶν τὴν ἐλευθερίαν, ἀλλ ἐπὶ τὴν βουλὴν τὸ πρᾶγμα ἄγειν καὶ τῶν ὑπάτων κατηγορεῖν καὶ δίκης τινὸς παρ αὐτῶν ἠξίουν τυχεῖν, ὅτι τὸν ἐπικαλεσάμενον τὴν ἐκ τῶν δημάρχων βοήθειαν, καὶ ἐν τῷ δήμῳ κρίσιν ὑπέχειν, εἴ τι πλημμελεῖ, βουλόμενον, οὐδετέρου τυχεῖν εἰάσαν τῶν δικαίων, ἀλλ ἐν ἀνδραπόδου μοίρᾳ τὸν ἐλεύθερον καὶ πολίτην ἔθεντο παίειν ἐπικελευόμενοι.
ἀντιτεταγμένων δὴ τούτων καὶ οὐδετέρων εἶξαι βουλομένων τοῖς ἑτέροις, ἅπας ὁ λοιπὸς τῆς ὑπατείας ἐκείνης ἐδαπανήθη χρόνος, οὔτε πολεμικαῖς πράξεσι κοσμηθεὶς καλαῖς οὔτε πολιτικαῖς λόγου ἀξίαις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기