호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν γὰρ ἄλλων οὐδεὶσ ἐτόλμα δημάρχων ἀνακαλεῖν τὴν στάσιν, ἀλλὰ καὶ τοῦ Γενυκίου κατεγίνωσκον πολλὴν μανίαν. εἰ μὲν οὖν μηδὲν ἔτι πολυπραγμονοῦντεσ οἱ ὕπατοι διετέλεσαν, ἀλλ’ ἀφῆκαν ὡσ ὁ δαίμων ἐκοίμησε τὴν στάσιν, οὐδεὶσ ἂν αὐτοὺσ ἔτι κατέλαβε κίνδυνοσ, νῦν δ’ εἰσ αὐθάδειαν καὶ καταφρόνησιν τοῦ δημοτικοῦ τραπόμενοι καὶ τὸ τῆσ ἀρχῆσ κράτοσ, ὅσον ἐστίν, ἐπιδεῖξαι βουλόμενοι, κακὰ ἐξειργάσαντο μεγάλα. προθέντεσ γὰρ στρατολογίαν καὶ τοὺσ οὐχ ὑπακούοντασ ταῖσ τ’ ἄλλαισ ζημίαισ καὶ πληγαῖσ ῥάβδων προσαναγκάζοντεσ εἰσ ἀπόνοιαν ἐποίησαν τραπέσθαι τοῦ δημοτικοῦ τὸ πλέον, ἀπὸ τοιαύτησ μάλισταἰ̓τίασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기