- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 37

(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 37)

οἱ δὲ μετὰ τούτους παραλαβόντες τὴν ὕπατον ἀρχήν, Λεύκιος Αἰμίλιος Μάμερκος τὸ τρίτον, καὶ Οὐοπίσκος Ιοὔλιος, ἐπὶ τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Δάνδης Ἀργεῖος, Ἀθήνησι δ ἄρχοντος Χαρητος, ἐπίπονον σφόδρα καὶ ταραχώδη τὴν ἀρχὴν διετέλεσαν, εἰρήνην μὲν ἄγοντες ἀπὸ τῶν ἔξωθεν πολέμων - ἐν ἡσυχίᾳ γὰρ ἦν πάντα τὰ διάφορα - ὑπὸ δὲ τῶν ἐν τῇ πόλει στάσεων αὐτοί τ εἰς κινδύνους ἀχθέντες καὶ τὴν πόλιν ὀλίγου δεήσαντες ἀπολέσαι.? ὡς γὰρ ἀνεπαύσατο τῶν στρατειῶν τὸ πλῆθος, ἐπὶ τὴν διανομὴν εὐθὺς ὡρ´μησε τῶν δημοσίων ἀγρῶν. ἦν γάρ τις ἐν τοῖς δημάρχοις θρασὺς καὶ λέγειν οὐκ ἀδύνατος ἀνήρ, Γναῖος Γενύκιος, ὁ παραθήγων τὰς ὀργὰς τῶν πενήτων.

οὕτος ἐκκλησίας συνάγων ἑκάστοτε καὶ ἐκδημαγωγῶν τοὺς ἀπόρους προσηνάγκαζε τοὺς ὑπάτους τὰ ὑπὸ τῆς βουλῆς ψηφισθέντα περὶ τῆς κληρουχίας συντελεῖν.

οἱ δ οὐχ ὑπήκουον οὐ τῇ ἑαυτῶν ἀρχῇ λέγοντες ἐπιτετάχθαι τὸ ἔργον ὑπὸ τῆς βουλῆς, ἀλλὰ τοῖς μετὰ Κάσσιον καὶ Οὐεργίνιον ὑπάτοις, πρὸς οὓς καὶ τὸ προβούλευμα ἐγράφη: καὶ ἅμα οὐδ εἶναι νόμους εἰς ἀεὶ κυρίους ἃ ψηφίζεται τὸ συνέδριον, ἀλλὰ πολιτεύματα καιρῶν ἐνιαύσιον ἔχοντα ἰσχύν. ταύτας προβαλλομένων τῶν ὑπάτων τὰς αἰτίας ἀδύνατος ὢν ὁ Γενύκιος αὐτοὺς ἀναγκάσαι μείζονα ἐξουσίαν ἔχοντας ἰταμὴν ὁδὸν ἐτράπετο.

τὴν αἰτίαν τῆς δίκης, ὅτι τὸν δῆμον ἀδικοῦσιν οὐκ ἀποδείξαντες τοὺς δέκα ἄνδρας, οὓς ἐψηφίσατο ἡ βουλή, τοὺς ποιησομένους τὴν τῶν κλήρων διανομήν.

τοῦ δὲ μὴ τῶν ἄλλων τινὰς ὑπάτων ἄγειν ἐπὶ τὴν δίκην, δώδεκα γενομένων τῶν μεταξὺ ἀρχείων, ἀφ οὗ τὸ προβούλευμα ἐγράφη, τούτους δὲ προβαλέσθαι τοὺς ἄνδρας μόνους τῆς ψευσθείσης ὑποσχέσεως, ἐπιεικεῖς ἔφερεν αἰτίας: καὶ τελευτῶν ἔφη μόνως ἂν οὕτως ἀναγκασθῆναι τοὺς ἐν ἀρχῇ τότ ὄντας ὑπάτους κληρουχῆσαι τὴν γῆν, ἐὰν ἑτέρους τινὰς ἴδωσι δίκην τῷ δήμῳ διδόντας, ἐνθυμηθέντας, ὅτι καὶ σφίσιν αὐτοῖς συμβήσεται ταὐτὸ παθεῖν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION