호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐῶ τἆλλα μυρία ὄντα λέγειν, καὶ ὅσα τολμηρὰ ἔργα καὶ ἐνθυμήματα ἕτερα στρατηγῶν ἱστορίᾳ τε καὶ πείρᾳ παραλαβόντεσ ἔχομεν, ἐφ’ οἷσ οὐδεὶσ πώποτε τῶν ψευσθέντων τῆσ ἐλπίδοσ ὑπέσχε δίκασ. εἰ μὴ ἄρα ἔχει τισ ὑμῶν αἰτιάσασθαί με, ὅτι προβαλὼν τοὺσ ἄλλουσ εἰσ προὖπτον ὄλεθρον, αὐτὸσ ἔξω τοῦ κινδύνου τὸ σῶμα εἶχον. εἰ δὲ μετὰ πάντων τ’ ἐξηταζόμην καὶ τελευταῖοσ ἀπηλλαττόμην καὶ τῆσ αὐτῆσ τοῖσ ἄλλοισ μετεῖχον τύχησ, τί ἀδικῶ; καὶ περὶ μὲν ἐμοῦ ταῦθ’ ἱκανὰ εἰρήσθω.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기