호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπειδὴ δὲ καὶ τῆσ γνώμησ κατηγοροῦσί μου προδοσίαν μὲν οὐ τολμῶντεσ ἐπικαλεῖν οὐδ’ ἀνανδρίαν, ἐφ’ οἷσ αἱ κατὰ τῶν ἄλλων στρατηγῶν γίνονται κρίσεισ, ἀπειρίαν δὲ τοῦ στρατηγεῖν καὶ ἀφροσύνην, ὅτι κίνδυνον ὑπέμεινα οὐκ ἀναγκαῖον ἐπὶ τὸν χάρακα τῶν πολεμίων ὠσάμενοσ, βούλομαι καὶ περὶ τούτου λόγον ὑποσχεῖν ὑμῖν, προχειρότατον μὲν τοῦτ’ ἔχων εἰπεῖν, ὅτι τὸ μὲν ἐπιτιμᾶν τοῖσ γενομένοισ πάνυ ῥᾴδιον καὶ παντὸσ ἀνθρώπου, τὸ δὲ παραβάλλεσθαι πράγμασι καλοῖσ χαλεπὸν καὶ ὀλίγων· καὶ ὅτι οὐχ ὥσπερ τὰ γεγονότα φαίνεται, ὁποῖά ἐστιν, οὕτω καὶ τὰ μέλλοντα, ὁποῖα ἔσται· ἀλλ’ ἐκεῖνα μὲν αἰσθήσει καὶ πάθεσι καταλαμβανόμεθα, ταῦτα δὲ μαντείαισ καὶ δόξαισ εἰκάζομεν, ἐν αἷσ πολὺ τὸ ἀπατηλόν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기