- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 11

(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 11)

ὡς δ εἰς τὸ πεδίον ἀμφότεροι κατέστησαν, καὶ τὸ πολεμικὸν ἐσήμηναν αἱ σάλπιγγες, ἔθεον ἀλαλάξαντες ὁμόσε:? καὶ συμπεσόντες ἀλλήλοις ἱππεῖς ἱππεῦσι καὶ πεζοὶ πεζοῖς ἐμάχοντο, καὶ πολὺς ἐξ ἀμφοτέρων ἐγίνετο φόνος. κέρας, οὗ τὴν ἡγεμονίαν εἶχεν ὁ ἕτερος τῶν ὑπάτων Μάλλιος, ἐξέωσαν τὸ καθ ἑαυτοὺς μέρος, καὶ καταβάντες ἀπὸ τῶν ἵππων ἐμάχοντο πεζοί.

οἱ δ ἐν τῷ εὐωνύμῳ κέρατι ταχθέντες ὑπὸ τοῦ δεξιοῦ τῶν πολεμίων ἐκυκλοῦντο. ἦν γὰρ ἡ Τυρρηνῶν φάλαγξ κατὰ τοῦτο τὸ χωρίον ὑπερπετής τε καὶ οὐκ ὀλίγῳ μείζων τῆς ἑτέρας.

παρερρήγνυτο δὴ ταύτῃ τὸ Ῥωμαικὸν στράτευμα καὶ πολλὰς πληγὰς ἐλάμβανεν. ἡγεῖτο δὲ τούτου κέρως Κόιντος Φάβιος, πρεσβευτὴς καὶ ἀντιστράτηγος ὤν, ὁ δὶς ὑπατεύσας: καὶ μέχρι πολλοῦ ἀντεῖχε τραύματα λαμβάνων παντοδαπά, ἔπειτα λόγχῃ βληθεὶς εἰς τὰ στέρνα μέχρι τῶν σπλάγχνων ἐλθούσης τῆς αἰχμῆς ἔξαιμος γενόμενος πίπτει. ὡς δὲ τοῦτ ἤκουσεν ὁ ἕτερος τῶν ὑπάτων, Μάρκος Φάβιος - ἦν δὲ κατὰ μέσην τὴν φάλαγγα τεταγμένος - τοὺς κρατίστους τῶν λόχων ἀναλαβὼν καὶ τὸν ἕτερον τῶν ἀδελφῶν Καίσωνα Φάβιον ἀνακαλεσάμενος, παρήλαυνεν τὴν ἑαυτοῦ φάλαγγα καὶ μέχρι πολλοῦ προελθών, ἐπειδὴ παρήλλαξεν τὸ δεξιὸν τῶν πολεμίων κέρας, ἤλαυνεν ἐπὶ τοὺς κυκλουμένους.

ἐμπεσὼν δ αὐτοῖς φόνον τε τοῖς ἐν χερσὶ ποιεῖ πολὺν καὶ φυγὴν τῶν πρόσω, τόν τ ἀδελφὸν ἔτι ἐμπνέοντα καταλαβὼν αἴρεται.

ἐκεῖνος μὲν οὗν οὐ πολὺν ἔτι χρόνον ἐπιβιοὺς ἀποθνήσκει:

τοῖς δὲ τιμωροῦσιν αὐτῷ θυμὸς ἔτι πλείων παρέστη καὶ μείζων πρὸς τὸ ἀντίπαλον: καὶ οὐδὲν ἔτι τῆς ἰδίας ψυχῆς προνοούμενοι σὺν ὀλίγοις εἰς μέσους ἐμπεσόντες τοὺς μάλιστα συνεστηκότας τῶν πολεμίων, σωροὺς ἐξεπλήρουν νεκρῶν. κατὰ μὲν δὴ τοῦτο τὸ μέρος ἔκαμεν ἡ Τυρρηνῶν φάλαγξ, καὶ οἱ πρότερον ὠσάμενοι τοὺς πολεμίους ὑπὸ τῶν κεκρατημένων ἀνεκόπησαν. οἱ δὲ τὸ εὐώνυμον ἔχοντες κέρας κάμνοντες ἤδη καὶ φυγῆς ἄρχοντες, ἐτρέψαντο τοὺς καθ ἑαυτούς.

παλτῷ γάρ τις βαλὼν τὸν Μάλλιον διὰ τοῦ γόνατος ἄχρι τῆς ἰγνύας διήρεισε τὴν λόγχην: καὶ τὸν μὲν οἱ πέριξ ἄραντες ἐπὶ τὴν παρεμβολὴν ἀπεκόμιζον, οἱ δὲ πολέμιοι τὸν ἡγεμόνα τῶν Ῥωμαίων τεθνηκέναι δόξαντες ἐπερρώσθησαν, καὶ παραβοηθησάντων αὐτοῖς τῶν ἑτέρων ἐνέκειντο τοῖς Ῥωμαίοις οὐκ ἔχουσιν ἡγεμόνα.

ἠναγκάσθησαν δὲ πάλιν οἱ Φάβιοι καταλιπόντες τὸ εὐώνυμον κέρας τῷ δεξιῷ βοηθεῖν:

καὶ οἱ Τυρρηνοὶ προσιόντας αὐτοὺς στίφει καρτερῷ μαθόντες τῆς μὲν ἐπὶ πλέον διώξεως ἀποτρέπονται, πυκνώσαντες δὲ τοὺς λόχους ἐμάχοντο ἐν τάξει, καὶ πολλοὺς μὲν τῶν σφετέρων ἀπέβαλον, πολλοὺς δὲ καὶ τῶν Ῥωμαίων ἀπέκτειναν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION