호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ μετὰ τούτουσ ἀποδειχθέντεσ ὕπατοι, Γνάϊοσ Μάλλιοσ καὶ Μάρκοσ Φάβιοσ τὸ δεύτερον ἄρχειν αἱρεθείσ, ψήφισμα τῆσ βουλῆσ ποιησαμένησ στρατὸν ἐξάγειν ἐπὶ τὴν Οὐιεντανῶν πόλιν, ὅσον ἂν πλεῖστον δυνηθῶσι, προὔθηκαν ἡμέραν, ἐν ᾗ τὸν κατάλογον ἔμελλον ποιήσεσθαι τῆσ στρατιᾶσ. γινομένου δ’ αὐτοῖσ ἐμποδὼν ἐπὶ κωλύσει τῆσ καταγραφῆσ ἑνὸσ τῶν δημάρχων, Τεβερίου Ποντοφικίου καὶ τὸ περὶ τῆσ κληρουχίασ ψήφισμα ἀνακαλουμένου, θεραπεύσαντεσ τῶν συναρχόντων αὐτοῦ τινασ, ὥσπερ ἐποίησαν οἱ πρὸ αὐτῶν ὕπατοι, διέστησαν τὸ ἀρχεῖον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기