στρατηγικός?
First/Second declension Adjective;
자동번역
Transliteration: stratēgikos
Principal Part:
στρατηγικός
στρατηγική
στρατηγικόν
Structure:
στρατηγικ
(Stem)
+
ος
(Ending)
Sense
- of or for a general
- fitted for command, versed in generalship
- praetorian
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- εἰς τοσοῦτον ἐπιβιῶναι, μέχρι ἂν ὑπαγάγωμαι Πισίδας ^ καὶ Λυδοῖς ἐπιθῶ τοὺς φόρους καὶ μνῆμα ἑαυτῷ παμμέγεθες ἀναστήσας ἐπιγράψω ὁπόσα ἔπραξα μεγάλα καὶ στρατηγικὰ παρὰ τὸν βίον. (Lucian, Cataplus, (no name) 9:11)
- διαίρεσιν δὲ τοῦ λόγου ποιήσομαι τὴν πρώτην κατὰ τἀπιτηδεύματα τῶν ἀνδρῶν, καὶ πρώτους γέ σοι τοὺς βασιλικοὺς καὶ τοὺς στρατηγικοὺς ἄνδρας ἱστορήσω, ὧν ἕνα ἡ εὐσεβεστάτη μεγάλου θειοτάτου αὐτοκράτορος τύχη εἰς τὴν τελεωτάτην ἀγαγοῦσα τάξιν εὐεργέτηκε τὰ μέγιστα τὴν οἰκουμένην τὴν ἑαυτοῦ: (Lucian, Macrobii, (no name) 7:1)
- γελοῖος οὖν ὁ λέγων ὅτι τοξικὴ καὶ ὁπλιτικὴ καὶ τὸ σφενδονᾶν καὶ τὸ ἱππεύειν διδακτόν ἐστι, στρατηγικὴ δὲ καὶ τὸ στρατηγεῖν ὡς ἔτυχε παραγίνεται καὶ οἷς ἔτυχε μὴ μαθοῦσιν. (Plutarch, An virtus doceri possit, section 3 1:8)
- εἰ δέ ἐστι καλλίων οὑτοσί, διότι διαδήματι τὴν κεφαλὴν διεδέδετο, Μακεδόσι μὲν ἴσως καὶ ταῦτα σεμνά, οὐ μὴν διὰ τοῦτο ἀμείνων δόξειεν ἂν γενναίου καὶ στρατηγικοῦ ἀνδρὸς τῇ γνώμῃ πλέον ἤπερ τῇ τύχῃ κεχρημένου. (Lucian, Dialogi mortuorum, 9:2)
- Καὶ τοίνυν καὶ ἡμῖν τοιοῦτός τις ὁ μαθητὴς νῦν παραδεδόσθω, συνεῖναί τε καὶ εἰπεῖν οὐκ ἀγεννής, ἀλλ᾿ ὀξὺ δεδορκώς, οἱο῀ς καὶ πράγμασι χρήσασθαι ἄν, εἰ ἐπιτραπείη, καὶ γνώμην στρατιωτικήν, ἀλλὰ μετὰ τῆς πολιτικῆς καὶ ἐμπειρίαν στρατηγικὴν ἔχειν, καὶ νὴ Δία καὶ ἐν στρατοπέδῳ γεγονώς ποτε καὶ γυμναζομένους ἢ ταττομένους στρατιώτας ἑωρακὼς καὶ ὅπλα εἰδὼς καὶ μηχανήματα, ἔτι δὲ καὶ τί ἐπὶ κέρως καὶ τί ἐπὶ μετώπου, πῶς οἱ λόχοι, πῶς οἱ ἱππεῖς καὶ πόθεν καὶ τί ἐξελαύνειν ἢ περιελαύνειν, καὶ ὅλως, οὐ τῶν κατοικιδίων τις οὐδ᾿ οἱο῀ς πιστεύειν μόνον τοῖς ἀπαγγέλλουσι. (Lucian, Quomodo historia conscribenda sit, chapter 371)
- ἐπεὶ δὲ καὶ Κόιντος Ἄρριος, ἀνὴρ στρατηγικός, ἀπσήγγελλε τοὺς ἐν Τυρρηνίᾳ καταλοχισμούς, καὶ Μάλλιος ἀπηγγέλλετο σὺν χειρὶ μεγάλῃ περὶ τὰς πόλεις ἐκείνας αἰωρούμενος ἀεί τι προσδοκᾶν καινὸν ἀπὸ τῆς Ῥώμης, γίνεται δόγμα τῆς βουλῆς παρακατατίθεσθαι τοῖς ὑπάτοις τὰ πράγματα, δεξαμένους δ ἐκείνους ὡς ἐπίστανται διοικεῖν καὶ σῴζειν τὴν πόλιν. (Plutarch, Cicero, chapter 15 3:3)
- οὕτω δὴ διαβαλὼν εἰς Κέρκυραν, ὅπου τὸ ναυτικὸν ἦν, ἐξίστατο μὲν Κικέρωνι τῆς ἀρχῆς ὡς ὑπατικῷ στρατηγικός, οὐ δεξαμένου δὲ Κικέρωνος, ἀλλ ἀπαίροντος εἰς Ἰταλίαν, ἰδὼν τὸν Πομπήϊον ὑπ αὐθαδείας καὶ φρονήματος ἀκαίρου βουλόμενον κολάζειν τοὺς ἀποπλέοντας, πρώτῳ δὲ μέλλοντα τῷ Κικέρωνι προσφέρειν τὰς χεῖρας, ἐνουθέτησεν ἰδίᾳ καὶ κατεπράϋνεν, ὥστε τὸν Κικέρωνα περισῶσαι σαφῶς ἐκ θανάτου καὶ τοῖς ἄλλοις ἄδειαν παρασχεῖν. (Plutarch, Cato the Younger, chapter 55 3:1)
- ἦν δὲ τῶν φυγάδων Ἡρακλείδης, στρατηγικὸς μέν ἄνθρωπος καὶ γνώριμος ἀφ ἡγεμονίας ἣν ἔσχε παρὰ τοῖς τυράννοις, οὐκ ἀραρὼς δὲ τὴν γνώμην, ἀλλὰ πρὸς πάντα κοῦφος, ἥκιστα δὲ βέβαιος ἐν κοινωνίᾳ πραγμάτων ἀρχὴν ἐχόντων καὶ δόξαν. (Plutarch, Dion, chapter 32 2:1)
- ἔτι δὲ Ὁρτήσιος αὐτὸν ἐφόβει, στρατηγικὸς ἀνὴρ καὶ φιλόνεικος, ὃν ἐκ Θετταλίας ἄγοντα τῷ Σύλλᾳ δύναμιν ἐν τοῖς στενοῖς οἱ βάρβαροι παρεφύλαττον. (Plutarch, Sulla, chapter 15 3:2)
- στρατηγικὸς δὲ ἀνὴρ ὁ Θουκυδίδης γενόμενος καὶ τὰ περὶ Θάσον πιστευθεὶς μέταλλα πλούσιος μὲν ἦν καὶ μέγα ἐδύνατο, ἐν δὲ τῷ Πελοπονιησιακῷ πολέμῳ αἰτίαν ἔσχε προδοσίας ἐκ βραδυτῆτός τε καὶ ὀλιγωρίας . (Unknown, Elegy and Iambus, Volume II, , section6)
Synonyms
-
of or for a general