στεφανίτης?
First declension Noun; Masculine
Transliteration: stephanitēs
Principal Part:
στεφανίτης
στεφανίτου
Structure:
στεφανιτ
(Stem)
+
ης
(Ending)
Sense
- of a crown, in which the prize was a crown
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- καὶ καθάπερ Λαομέδοντα τὸν Ὀρχομένιον λέγουσι καχεξίαν τινὰ σπληνὸς ἀμυνόμενον δρόμοις μακροῖς χρῆσθαι τῶν ἰατρῶν κελευσάντων, εἶθ οὕτως διαπονήσαντα τὴν ἕξιν ἐπιθέσθαι τοῖς στεφανίταις ἀγῶσι καὶ τῶν ἄκρων γενέσθαι δολιχοδρόμων, οὕτως τῷ Δημοσθένει συνέβη τὸ πρῶτον ἐπανορθώσεως ἕνεκα τῶν ἰδίων ἀποδύντι πρὸς τὸ λέγειν, ἐκ τούτου κτησαμένῳ δεινότητα καὶ δύναμιν ἐν τοῖς πολιτικοῖς ἤδη καθάπερ στεφανίταις ἀγῶσι πρωτεύειν τῶν ἀπὸ τοῦ βήματος ἀγωνιζομένων πολιτῶν. (Plutarch, Demosthenes, chapter 6 2:1)
- "θάρρει, παιδίον οὐ γὰρ στεφανίτης ὁ ἀγών ἐστιν, ἀλλ ἀργυρίτης. (Athenaeus, The Deipnosophists, Book 13, book 13, chapter 47 1:2)
- ἐχώρει δὲ ὁ βασιλεὺς ἐπὶ τοὺς πολεμίους ἔχων μεθ ἑαυτοῦ στεφανίτην ἀγῶνα νενικηκότα. (Plutarch, Lycurgus, chapter 22 4:1)
- χάριν ἀπώσασθαι καὶ φιλοφροσύνην πρὸς τοῦτο ῥυέντος, ῶσπερ οὐκ ἀργυρίτην οὐδὲ δωρίτην ἀγῶνα πολιτείας ἀγωνιζομένοις ἀλλ ἱερὸν ὡς ἀληθῶς καὶ στεφανίτην, ἐπιγραφή τις ἀρκεῖ καὶ πινάκιον καὶ ψήφισμα καὶ θαλλός, ὡς Ἐπιμενίδης ἔλαβεν ἐξ ἀκροπόλεως καθήρας τὴν πόλιν. (Plutarch, Praecepta gerendae reipublicae, chapter, section 27 10:1)
- ἱκανὸν γὰρ εἰπεῖν ὅτι Ὀλύμπια νενίκηκεν, τὸ δ ὅτι στεφανίτης τὰ Ὀλύμπια οὐδὲ δεῖ προσθεῖναι: (Aristotle, Rhetoric, Book 1, chapter 2 13:4)
- ἤγετο δὲ καὶ πρότερον τὰ Ἄκτια τῷ θεῷ, στεφανίτης ἀγών, ὑπὸ τῶν περιοίκων: (Strabo, Geography, Book 7, chapter 7 12:14)
- κατὰ δὲ τὰ Τρωικὰ ἢ οὐκ ἦν ἀγὼν στεφανίτης ἢ οὐκ ἔνδοξος, οὔθ οὗτος οὔτ ἄλλος οὐδεὶς τῶν νῦν ἐνδόξων: (Strabo, Geography, Book 8, chapter 3 60:25)
- καὶ οὗτος μὲν οὐ στεφανίτης περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι, ἐκεῖνος δέ. (Strabo, Geography, Book 8, chapter 3 60:31)