- τὴν μὲν δὴ πρώτην ἀνατροφὴν αὐτῶν μητράσι καὶ τίτθαις καὶ παιδαγωγοῖς ἐπιτρέπομεν ὑπὸ παιδείαις ἐλευθερίοις ἄγειν τε καὶ τρέφειν αὐτούς, ἐπειδὰν δὲ συνετοὶ ἤδη γίγνωνται τῶν καλῶς ἐχόντων, καὶ αἰδὼς καὶ ἐρύθημα καὶ φόβος καὶ ἐπιθυμία τῶν ἀρίστων ἀναφύηται αὐτοῖς, καὶ αὐτὰ ἤδη τὰ σώματα ἀξιόχρεα δοκῇ πρὸς τοὺς πόνους παγιώτερα γιγνόμενα καὶ πρὸς τὸ ἰσχυρότερον συνιστάμενα, τηνικαῦτα ἤδη παραλαβόντες. (Lucian, Anacharsis, (no name) 20:7)
(루키아노스, Anacharsis, (no name) 20:7)
- φασὶ γὰρ τὴν δαίμονα ταύτην τά μὲν ἄλλα χαλεπὴν εἶναι τοῖς ἔχουσι, παραιτεῖσθαι δὲ τῶν ἁμαρτημάτων αὐτοὺς ὥσπερ διδάσκαλον ἢ παιδαγωγὸν τούτων ἀναδεχομένην εἰς αὑτὴν τὰς αἰτίας. (Lucian, De parasito sive artem esse parasiticam, (no name) 2:4)
(루키아노스, De parasito sive artem esse parasiticam, (no name) 2:4)
- ἐγὼ δ ὅσα τελευτῶν ὡμολόγησεν ἔχειν αὐτὸς χρήματα, ἑπτὰ τάλαντα καὶ τετταράκοντα μνᾶς, ἐκ τούτων αὐτῷ λογιοῦμαι πρόσοδον μὲν οὐδεμίαν ἀποφαίνων, ἀπὸ δὲ τῶν ὑπαρχόντων ἀναλίσκων, καὶ θήσω, ὅσον οὐδεὶς πώποτ ἐν τῇ πόλει, εἰς δύο παῖδας καὶ ἀδελφὴν καὶ παιδαγωγὸν καὶ θεράπαιναν χιλίας δραχμὰς ἑκάστου ἐνιαυτοῦ, μικρῷ ἔλαττον ἢ τρεῖς δραχμὰς τῆς ἡμέρας. (Dionysius of Halicarnassus, chapter 27 5:5)
(디오니시오스, chapter 27 5:5)
- πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων. (Euripides, episode 1:32)
(에우리피데스, episode 1:32)
- παιδὸς ὀψοφαγοῦντος ὁ Διογένης τῷ παιδαγωγῷ κόνδυλον ἔδωκεν, ὀρθῶς οὐ τοῦ μὴ μαθόντος ἀλλὰ τοῦ μὴ διδάξαντος τὸ ἁμάρτημα ποιήσας. (Plutarch, An virtus doceri possit, section 2 1:3)
(플루타르코스, An virtus doceri possit, section 2 1:3)
- ἐδόκει τε πᾶσιν ὁ Ἄρατος οὐ μόνον δημοκρατίας, ἀλλὰ καί βασιλείας ἀγαθὸς εἶναι παιδαγωγός: (Plutarch, Aratus, chapter 48 3:1)
(플루타르코스, Aratus, chapter 48 3:1)
- δεῖ δὲ τὸν σπουδαῖον παιδαγωγὸν τοιοῦτον εἶναι τὴν φύσιν οἱό῀σπερ ἦν ὁ Φοῖνιξ ὁ τοῦ Ἀχιλλέως παιδαγωγός. (Plutarch, De liberis educandis, section 7 2:2)
(플루타르코스, De liberis educandis, section 7 2:2)
- παιδαγωγὸς αὐτοῦ καὶ λόγον ἔχων τοῦ κονδύλου προχειρότερον, ὄνομα Σαρπηδών. (Plutarch, Cato the Younger, chapter 1 6:1)
(플루타르코스, Cato the Younger, chapter 1 6:1)
- ὥσπερ οὖν ὁ παιδαγωγὸς οὐ πρόσθεν ἀλλ ὄπισθεν βαδίζων ἄγειν λέγεται, καὶ ὁ τῶν Τρώων στρατηγὸς ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν, ἄλλοτε δ ἐν πυμάτοισι κελεύων ἑκατέρωθι δ ἦν πρῶτος καὶ τὴν πρώτην δύναμιν εἶχεν: (Plutarch, Platonicae quaestiones, chapter 9, section 2 3:2)
(플루타르코스, Platonicae quaestiones, chapter 9, section 2 3:2)