- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

ὀλέθριος?

First/Second declension Adjective; 자동번역 Transliteration: olethrios

Principal Part: ὀλέθριος ὀλέθριον

Structure: ὀλεθρι (Stem) + ος (Ending)

Sense

  1. destructive, deadly, of destruction, of death, fatally
  2. bringing ruin
  3. ruined, lost, undone, rascally, worthless

Examples

  • καὶ εἶπε πρὸς αὐτόν. τάδε λέγει Κύριος. διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. (Septuagint, Liber I Regum 21:42)
  • ὅπερ, οἶμαι, καὶ Ὅμηρος ἐν τῷ περὶ Σειρήνων μύθῳ ᾐνίξατο παραπλεῖν κελεύσας τὰς ὀλεθρίους ταύτας τῶν ἀκουσμάτων ἡδονὰς καὶ ἀποφράττειν τὰ ὦτα καὶ μὴ ἀνέδην αὐτὰ ἀναπεταννύειν τοῖς πάθει προειλημμένοις, ἀλλ ἐπιστήσαντα ἀκριβῆ θυρωρὸν τὸν λογισμὸν ἅπασι τοῖς λεγομένοις τὰ μὲν ἄξια προσίεσθαι καὶ παραβάλλεσθαι, τὰ φαῦλα δ ἀποκλείειν καὶ ἀπωθεῖν: (Lucian, Calumniae non temere credundum, (no name) 30:2)
  • καὶ ὁ μὲν καθεύδων δῆθεν κατέκειτο ὲν τῷ μέσῳ, κατῄει δὲ ἐπ αὐτὸν ἀπὸ τῆς ὀροφῆς ὡς ἐξ οὐρανοῦ ἀντὶ τῆς Σελήνης Ῥουτιλία τις ὡραιοτάτη, τῶν Καίσαρος οἰκονόμων τινὸς γυνή, ὡς ἀληθῶς ἐρῶσα τοῦ Ἀλεξάνδρου καὶ ἀντερωμένη ὑπ αὐτοῦ, καὶ ἐν ὀφθαλμοῖς τοῦ ὀλεθρίου ἐκείνου ἀνδρὸς φιλήματά τε ἐγίγνετο ἐν τῷ μέσῳ καὶ περιπλοκαί. (Lucian, Alexander, (no name) 39:3)
  • πόνοι γὰρ καὶ πόνων ἀνάγκαι κρείσσονες κυκλοῦνται κοινὸν δ ἐξ ἰδίας ἀνοίας κακὸν τᾷ Σιμουντίδι γᾷ ὀλέθριον ἔμολε συμφορά τ ἀπ ἄλλων. (Euripides, Hecuba, choral, antistrophe1)
  • ὀλέθριον ὀλέθριον κακόν. (Euripides, Hecuba, episode, lyric3)
  • οὐδὲ Κλέων αὐτὸν φοβήσει μέγα ἐν τῇ ἐκκλησίᾳ δυνάμενος καὶ κατέχων τὸ βῆμα, ὡς μὴ εἰπεῖν ὅτι ὀλέθριος καὶ μανικὸς ἄνθρωπος οὗτος ἦν: (Lucian, Quomodo historia conscribenda sit, chapter 38 1:3)
  • οὔτε γὰρ τοῖς δουλουμένοις οὔτε τοῖς δουλωθεῖσιν ἄμεινον, αὐτοῖς καὶ παισὶ παίδων τε καὶ ἐκγόνοις, ἀλλ ὀλέθριος πάντως ἡ πεῖρα, σμικρὰ δὲ καὶ ἀνελεύθερα ψυχῶν ἤθη τὰ τοιαῦτα ἁρπάζειν κέρδη φιλεῖ, οὐδὲν τῶν εἰς τὸν ἔπειτα καὶ εἰς τὸν παρόντα καιρὸν ἀγαθῶν καὶ δικαίων εἰδότα θείων τε καὶ ἀνθρωπίνων. (Plato, Epistles, Letter 7 73:4)
  • καίτοι "Δυσεντερίη," φησί που Ἱπποκράτης, "ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον," οὐ μὴν ἥ γ ἀπὸ τῆς ξανθῆς χολῆς ἀρχομένη πάντως ὀλέθριος, ἀλλ οἱ πλείους ἐξ αὐτῆς διασῴζονται. (Galen, On the Natural Faculties., B, section 943)
  • ἦν οὖν ὀλέθριος ἡ πορεία τοῖς Ἀθήναζε πεζῇ βαδίζουσιν ἐκ Πελοποννήσου: (Plutarch, chapter 6 6:1)
  • ἢν δὲ καὶ ἐκδηθύνῃ, χρόνῳ καρτερὰ ἔσται καὶ ξυναποθνήσκειν γίγνεταί κοτε· καὶ τὰ σμικρὰ μεζόνων ποιέεται διαδέξιας· κἢν τὸ πρόσθεν ἐς κίνδυνον ἀσινὲς ᾖ, ὁ τόκος τῶνδε γίγνεται ὀλέθριος. (Aretaeus, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, 4)

Synonyms

  1. destructive

  2. bringing ruin

Related

명사

형용사

동사

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION