- καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ἰούδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο. (Septuagint, Liber II Paralipomenon 25:12)
(70인역 성경, 역대기 하권 25:12)
- τὸ μὲν γὰρ τοῦ Θεόγνιδος κἂν ἐγὼ μὴ λέγω, τίς οὐκ οἶδεν, οὐκ ἀπαξιοῦντος, καὶ ἐς βαθυκήτεα πόντον σφᾶς αὐτοὺς ῥιπτεῖν καὶ κατὰ κρημνῶν γε ἠλιβάτων, εἰ μέλλει τις οὕτως ἀποδράσεσθαι τὴν πενίαν· (Lucian, Apologia 23:4)
(루키아노스, Apologia 23:4)
- οἱ δὲ ἰδιῶται νομίζουσι παρθένον τινὰ εἶναι τὴν ἀμειβομένην τοὺς ᾄδοντας ἢ βοῶντας, ἐν μέσοις που τοῖς κρημνοῖς κατοικοῦσαν καὶ λαλοῦσαν ἐκ τῶν πετρῶν ἔνδοθεν. (Lucian, De Domo, (no name) 3:4)
(루키아노스, De Domo, (no name) 3:4)
- ἐγὼ δὲ ἔτι ἔμπνουν καὶ ζῶντα τὸν ἄνδρα ἐξαιρεθῆναι κελεύσας, ὡς μὴ μιάνειε τὸ ἔργον ἐναποθανών, ἐκεῖνον μὲν ἄταφον κατὰ κρημνῶν ῥίπτειν ἐκέλευσα, καθήρας δὲ τὸν βοῦν ἀνέπεμψα ὑμῖν ἀνατεθησόμενον τῷ θεῷ. (Lucian, Phalaris, book 1 12:4)
(루키아노스, Phalaris, book 1 12:4)
- ἀπόξυροί τε γὰρ αἱ πέτραι καὶ ἀπρόσβατοι πανταχόθεν, ἠρέμα ἐπινενευκυῖαι, καὶ τῷ ποδὶ στενὴν ταύτην ὁ κρημνὸς ἔχει τὴν ἐπίβασιν, ὡς ἀκροποδητὶ μόλις ἑστάναι, καὶ ὅλως ἐπικαιρότατος ἂν ὁ σταυρὸς γένοιτο. (Lucian, Prometheus, (no name) 1:6)
(루키아노스, Prometheus, (no name) 1:6)
- "ἄκρον ἰητρὸν Ἄκρων, Ἀκραγαντῖνον πατρὸς Ἄκρου κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης. (Unknown, Elegy and Iambus, Volume I, , 3)
(작자 미상, 비가, , 3)
- ἔστι δὲ τὸ χωρίον κρημνὸς ἐξαίσιος, ὅθεν αὐτοῖς ἔθος ἦν βάλλειν τοὺς ἐπιθανατίους. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 35 6:1)
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 35 6:1)
- ἄκρον ἰατρὸν Ἄκρων Ἀκραγαντῖνον πατρὸς Ἄκρου κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης. (Diogenes Laertius, Lives of Eminent Philosophers, h, Kef. b'. EMPEDOKLHS 15:4)
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, h, Kef. b'. EMPEDOKLHS 15:4)
- ἔνθα κορυφὴ μέν τις ὄρους εἰς ἄπειρον ὕψος ἀνατείνεται, παρὰ δὲ τὴν ὑπόρειον λαγόνα συνηρεφὲς ἄντρον ὑπανοίγει, δι οὗ βαραθρώδης κρημνὸς εἰς ἀμέτρητον ἀπορρῶγα βαθύνεται πλήθει τε ὕδατος ἀσαλεύτου καὶ τοῖς καθιμῶσίν τι πρὸς ἔρευναν γῆς οὐδὲν μῆκος ἐξαρκεῖ. (Flavius Josephus, De bello Judaico libri vii, 578:1)
(플라비우스 요세푸스, De bello Judaico libri vii, 578:1)