ἐπικουρία?
First declension Noun; Feminine
자동번역
Transliteration: epikouria
Principal Part:
ἐπικουρία
Structure:
ἐπικουρι
(Stem)
+
α
(Ending)
Sense
- aid, succour
- an auxiliary or mercenary force
Declension
First declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- πολλὰ δὲ καὶ ἄλλα πρὸς τούτοις διεξελθών, ὅσα καὶ κοινῇ καὶ ἰδίᾳ τοῖς ἐπιφανεστάτοις αὐτῶν ἐπράχθη κατὰ τοὺς πολέμους λαμπρὰ ἔργα, καὶ ὅσης αἰσχύνης ἄξια δράσουσι, καὶ ὡς καὶ διαβληθήσονται παρὰ τοῖς Ἕλλησιν, ἐπιλογισάμενος καὶ ὅτι πάντοθεν αὐτοῖς ἐπικουρία τις ἔσται τὸν ἀγῶνα ποιουμένοις καὶ παρὰ θεῶν καὶ παρὰ συμμάχων καὶ παρὰ πάντων ἀνθρώπων, οἷς ἐπίφθονος ἡ Θηβαίων δύναμις αὐξομένη, καὶ τὴν κατέχουσαν ἀκοσμίαν καὶ ταραχὴν τὰς πόλεις ἐπιτροπευόντων τῆς Ἑλλάδος Βοιωτῶν ἐπιδειξάμενος, τελευτῶν, εἰ καὶ μηθὲν τούτων μέλλοι γίνεσθαι μηδ ὑπολείποιτό τις ἄλλη σωτηρίας ἐλπίς, ἐκλιπεῖν κελεύει τὴν πόλιν, διδάσκων αὐτούς, ὡς χρὴ παῖδας μὲν καὶ γυναῖκας καὶ τὸν ἄλλον ὄχλον εἴς τε Σικελίαν ἐκπέμψαι καὶ Ἰταλίαν καὶ τἄλλα χωρία τὰ φίλια, αὐτοὺς δὲ καταλαβομένους τόπον, ὅστις ἂν ὀχυρώτατος ᾖ καὶ πρὸς τὸν πόλεμον ἐπιτηδειότατος, ἄγειν καὶ φέρειν τοὺς πολεμίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. (Dionysius of Halicarnassus, De Isocrate, chapter 9 2:4)
- ἄγριον οὖν ἡμῶν ὄντα καὶ ἀσύμβολον τὸν βίον τοῦτο τὸ στοιχεῖον συνῆψε καὶ τέλειον ἐποίησε, διορθούμενον ταῖς παρ ἀλλήλων ἐπικουρίαις καὶ ἀντιδόσεσι, κοινωνίαν δ ἐργαζόμενον καὶ φιλίαν. (Plutarch, Aquane an ignis sit utilior, chapter, section 7 2:1)
- ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί. (Euripides, episode 4:10)
- Παυσανίαν γὰρ τὸν βασιλέα αὐτῶν προδιδόντα τῷ Πέρσῃ τὴν Ἑλλάδα λαβόντες, ἐπειδὴ ἔφθασε καταφυγὼν εἰς τὸ τῆς Χαλκιοίκου ἱερόν, τὴν θύραν ἀποικοδομήσαντες, καὶ τὴν ὀροφὴν ἀποσκευάσαντες, καὶ κύκλῳ περιστρατοπεδεύσαντες, οὐ πρότερον ἀπῆλθον πρὶν ἢ τῷ λιμῷ ἀπέκτειναν, καὶ πᾶσιν ἐπίσημον ἐποίησαν τὴν τιμωρίαν, ὅτι οὐδ αἱ παρὰ τῶν θεῶν ἐπικουρίαι τοῖς προδόταις βοηθοῦσιν, εἰκότως: (Lycurgus, Speeches, 178:4)
- τοσαύτη οὖν γεγένηται ἡ ἐπικουρία ὅσον οὗτος ὠφέληται, καὶ ἀποδοτέον δὴ αὐτῷ ὅσον ἐπηύρετο, ἢ καὶ πλέον: (Aristotle, Nicomachean Ethics, Book 8 149:3)
- τῆς μὲν γὰρ ἀρετῆς καὶ τῆς εὐεργεσίας ἡ τιμὴ γέρας, τῆς δ ἐνδείας ἐπικουρία τὸ κέρδος. (Aristotle, Nicomachean Ethics, Book 8 155:2)
- αὐτὸ μὲν γὰρ τὸ ὁρᾶν τοὺς φίλους ἡδύ, ἄλλως τε καὶ ἀτυχοῦντι, καὶ γίνεταί τις ἐπικουρία πρὸς τὸ μὴ λυπεῖσθαι παραμυθητικὸν γὰρ ὁ φίλος καὶ τῇ ὄψει καὶ τῷ λόγῳ, ἐὰν ᾖ ἐπιδέξιος: (Aristotle, Nicomachean Ethics, Book 9 136:1)
- Τυσκλάνων κατὰ πλῆθος εἰς τὴν Ῥώμην ἀφικομένων καὶ λεγόντων, ὅτι δυνάμει πολλῇ πάρεισιν ἐπ αὐτοὺς Αἰκανοὶ καὶ τὴν μὲν χώραν αὐτῶν ἤδη διηρπάκασι, τὴν δὲ πόλιν, ἐὰν μή τις γένηται ταχεῖα ἐπικουρία, φθάσουσιν ἐντὸς ὀλίγων ἡμερῶν ἀράμενοι, ἡ μὲν βουλὴ τοὺς ὑπάτους αὐτοῖς ἐψηφίσατο βοηθεῖν ἀμφοτέρους, οἱ δ ὕπατοι στρατολογίαν προθέντες ἐκάλουν τοὺς πολίτας ἅπαντας ἐπὶ τὰ ὅπλα. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 10, chapter 43 2:1)
Synonyms
-
aid
-
an auxiliary or mercenary force
- βοήθεια (an auxiliary force)
- συμμαχία (allied or auxiliary force)
- ξεναγός (a commander of auxiliary or mercenary troops)