호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἕνα γοῦν τινα τῶν Ἐπικουρείων, τολμήσαντα καὶ διελέγχειν αὐτὸν ἐπὶ πολλῶν τῶν παρόντων, εἰς κίνδυνον οὐ μικρὸν κατέστησεν.? ὁ μὲν γὰρ προσελθὼν ἔλεγεν μεγάλῃ τῇ φωνῇ: "σὺ μέντοι γε, ὦ Ἀλέξανδρε, τὸν δεῖνα Παφλαγόνα προσαγαγεῖν οἰκέτας αὐτοῦ τῷ ἡγουμένῳ τῆς Γαλατίας τὴν ἐπὶ θανάτῳ ἀνέπεισας ὡς ἀπεκτονότας τὸν υἱὸν αὐτοῦ ἐν Ἀλεξανδρείᾳ παιδευόμενον, ὁ δὲ νεανίσκος ζῇ καὶ ἐπανελήλυθε ζῶν μετὰ τὴν τῶν οἰκετῶν ἀπώλειαν, θηρίοις ὑπὸ σοῦ παραδοθέντων. τοιοῦτον δέ τι ἐγεγένητο ἀναπλεύσας ὁ νεανίσκος εἰς Αἴγυπτον ἄχρι τοῦ Κλύσματος, πλοίου ἀναγομένου ἐπείσθη καὶ αὐτὸς εἰς Ἰνδίαν πλεῦσαι, κἀπειδήπερ ἐβράδυνεν, οἱ δυστυχεῖς ἐκεῖνοι οἰκέται αὐτοῦ, οἰηθέντες ἢ ἐν τῷ Νείλῳ πλέοντα διεφθάρθαι τὸν νεανίσκον ἢ καὶ ὑπὸ λῃστῶν - πολλοὶ δὲ ἦσαν τότε - ἀνῃρῆσθαι, ἐπανῆλθον ἀπαγγέλλοντες αὐτοῦ τὸν ἀφανισμόν. εἶτα ὁ χρησμὸς καὶ ἡ καταδίκη, μεθ ἣν ἐπέστη ὁ νεανίσκος διηγούμενος τὴν ἀποδημίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기