호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Βακχυλίδησ δὲ περὶ τοῦ Ἡρακλέουσ λέγων ὡσ ἦλθεν ἐπὶ τὸν τοῦ Κήυκοσ οἶκόν φησιν ἔστα δ’ ἐπὶ λάινον οὐδόν, τοὶ δὲ θοίνασ ἔντυον, ὧδὲ τ’ ἔφα· αὐτόματοι δ’ ἀγαθῶν δαῖτασ εὐόχθουσ ἐπέρχονται δίκαιοι φῶτεσ. αἱ δὲ παροιμίαι ἡ μέν φησιν αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτασ ἰάσιν, ἡ δέ· αὐτόματοι ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτασ ἰάσιν. οὐ δεόντωσ γοῦν Πλάτων τὸν Μενέλεων ἐνόμισεν εἶναι δειλόν, ὃν ἀρηίφιλον Ὅμηροσ λέγει καὶ μόνον ὑπὲρ Πατρόκλου ἀριστεύσαντα καὶ τῷ Ἕκτορι πρὸ πάντων πρόθυμον μονομαχεῖν, καίπερ ὄντα τῇ ῥώμῃ καταδεέστερον, ἐφ’ οὗ μόνου τῶν στρατευσαμένων εἴρηκεν ἐν δ’ αὐτὸσ κίεν ᾗσι προθυμίῃσι πεποιθώσ. εἰ δὲ ὁ ἐχθρὸσ ὁ βλασφημῶν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기