호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ Λοκρῶν στρατευσάντων ἐπ’ αὐτὸν ἐγένετο μάχη περὶ τὰσ Φαιδριάδασ καλουμένασ πέτρασ, ἣν νικήσασ ὁ Φιλόμηλοσ πολλοὺσ μὲν ἀνεῖλε τῶν πολεμίων, οὐκ ὀλίγουσ δ’ ἐζώγρησε, τινὰσ δὲ κατὰ τῆσ πέτρασ συνηνάγκασεν ἑαυτοὺσ κατακρημνίσαι. μετὰ δὲ τὴν μάχην ταύτην οἱ μὲν Φωκεῖσ ἐπήρθησαν τοῖσ φρονήμασι διὰ τὴν εὐημερίαν, οἱ δὲ Λοκροὶ ταπεινωθέντεσ πρέσβεισ ἐξέπεμψαν εἰσ τὰσ Θήβασ ἀξιοῦντεσ τοὺσ Βοιωτοὺσ βοηθεῖν αὐτοῖσ τε καὶ τῷ θεῷ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기