- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 49

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 49)

τά γε μὴν τέσσαρα σώματα, γῆν καὶ ὕδωρ ἀέρα τε καὶ πῦρ, πρῶτα στοιχεῖα προσαγορεύοντες, οὐκ οἶδ ὅπως τὰ μὲν ἁπλᾶ καὶ καθαρὰ τὰ δὲ σύνθετα καὶ μεμιγμένα ποιοῦσι.? καὶ ὕδωρ οὔθ ἑαυτὰ συνέχειν οὔθ ἕτερα, πνευματικῆς δὲ μετοχῇ καὶ πυρώδους δυνάμεως τὴν ἑνότητα διαφυλάττειν ἀέρα δὲ καὶ πῦρ αὑτῶν τ εἶναι δι εὐτονίαν ἐκτατικά, καὶ τοῖς δυσὶν ἐκείνοις ἐγκεκραμένα τόνον παρέχειν καὶ τὸ μόνιμον καὶ οὐσιῶδες.

πῶς οὖν ἔτι γῆ στοιχεῖον ἢ ὕδωρ, εἰ μήθ ἁπλοῦν μήτε πρῶτον μήθ αὑτῷ διαρκές, ἀλλ ἐνδεὲς ἔξωθεν εἰς ἀεὶ τοῦ συνέχοντος ἐν τῷ εἶναι καὶ σῴζοντος·

οὐδὲ γὰρ οὐσίας αὐτῶν ἐπίνοιαν ἀπολελοίπασιν, ἀλλὰ πολλὴν ἔχει ταραχὴν καὶ ἀσάφειαν οὕτως ὁ λόγος λεγόμενος τῆς γῆς τινὸς καθ ἑαυτήν.

εἶτα πῶς οὖσα γῆ καθ ἑαυτὴν ἀέρος δεῖται συνιστάντος αὐτὴν καὶ συνέχοντος· ἀλλ οὐκ ἔστι γῆ καθ ἑαυτὴν οὐδ ὕδωρ:

ἀλλὰ τὴν ὕλην ὁ ἀὴρ ὧδε μὲν συναγαγὼν καὶ πυκνώσας γῆν ἐποίησεν, ὧδε δὲ πάλιν διαλυθεῖσαν καὶ μαλαχθεῖσαν ὕδωρ. οὐδέτερον οὖν τούτων στοιχεῖον, οἷς ἕτερον ἀμφοτέροις οὐσίαν καὶ γένεσιν παρέσχηκεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION