- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 47

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 47)

καὶ ἑννοίας δ οὐσίαν αὐτῆς καὶ γένεσιν οὐ παρὰ τὰς ἐννοίας ὑποτίθενται·? φαντασία γάρ τις ἡ ἔννοιά ἐστι, φαντασία δὲ τύπωσις ἐν ψυχῇ: ψυχῇ δὲ φύσις ἀναθυμίασις, ἣν τυπωθῆναι μὲν ἐργῶδες διὰ μανότητα, δεξαμένην δὲ τηρῆσαι τύπωσιν ἀδύνατον ἥ τε γὰρ τροφὴ καὶ ἡ γένεσις αὐτῆς ἐξ ὑγρῶν οὖσα συνεχῆ τὴν ἐπιφορὰν ἔχει καὶ τὴν ἀνάλωσιν:

ἥ τε πρὸς τὸν ἀέρα τῆς ἀναπνοῆς ἐπιμιξία καινὴν ἀεὶ ποιεῖ τὴν ἀναθυμίασιν, ἐξισταμένην καὶ τρεπομένην ὑπὸ τοῦ θύραθεν ἐμβάλλοντος ὀχετοῦ καὶ πάλιν ἐξιόντος.

ῥεῦμα γὰρ ἄν τις ὕδατος φερομένου μᾶλλον διανοηθείη σχήματα καὶ τύπους καὶ εἴδη διαφυλάττον, ἢ πνεῦμα φερόμενον ἑν τοῖς ἀτμοῖς καὶ ὑγρότησιν, ἑτέρῳ δ ἔξωθεν ἐνδελεχῶς οἱο῀ν ἀργῷ καὶ ἀλλοτρίῳ πνεύματι κιρνάμενον.

καὶ παντάπασι πηγνύντες ὡς τὸ ἀμετάπτωτον καὶ βέβαιον ἐχούσας, εἶτα τούτοις ὑποτίθεσθαι βάσιν καὶ ἕδραν οὐσίας ὀλισθηρᾶς καὶ σκεδαστῆς καὶ φερομένης ἀεὶ καὶ ῥεούσης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION