- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 46

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 46)

ἐκεῖνα δ ἤδη καὶ παρὰ τὰς ἰδίας, τὸ θερμότατον περιψύξει καὶ πυκνώσει τὸ λεπτομερέστατον γεννῶντες.? ἡ γὰρ ψυχὴ θερμότατόν ἐστι δήπου καὶ λεπτομερέστατον: ποιοῦσι δ αὐτὴν τῇ περιψύξει καὶ πυκνώσει τοῦ σώματος, οἱο῀ν στομώσει τὸ πνεῦμα μεταβάλλοντος, ἐκ φυτικοῦ ψυχικὸν γενόμενον.

γεγονέναι δὲ καὶ τὸν ἥλιον ἔμψυχον λέγουσι, τοῦ ὑγροῦ μεταβάλλοντος εἰς πῦρ νοερόν.

ὡρ´α καὶ τὸν ἥλιον διανοεῖσθαι περιψύξει γεννώμενον.

τούτοις δ : πυκνώσει τὰ κουφότατα, θερμότητι πάλιν αὖ τὰ ψυχρὰ καὶ διαχύσει τὰ πυκνὰ καὶ διακρίσει τὰ βαρέα γεννᾶν, ἀλογίας τινὸς φυλάττουσιν ἀναλογίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION