- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 35

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 35)

ἀλλὰ τῶν φυσικωτέρων λεγομένων ἆρ οὐ παρὰ τὴν ἔννοιάν ἐστι σπέρμα πλέον εἶναι καὶ μεῖζον ἢ τὸ γεννώμενον ἐξ αὐτοῦ·? τὴν γοῦν φύσιν ὁρῶμεν πᾶσι καὶ ζῴοις καὶ φυτοῖς καὶ ἡμέροις καὶ ἀγρίοις ἀρχὰς τὰ μικρὰ καὶ γλίσχρα καὶ μόλις ὁρατὰ τῆς τῶν μεγίστων γενέσεως λαμβάνουσαν. "τὸ μὲν σπέρμα τὴν ἐπὶ μικρὸν ὄγκον ἐκ πολλοῦ σπείρασιν ὠνομάσθαι, τὴν δὲ φύσιν ἐμφύσησιν οὖσαν καὶ διάχυσιν τῶν ὑπ αὐτῆς ἀνοιγομένων καὶ λυομένων λόγων ἢ ἀριθμῶν.

ἀλλὰ τοῦ τε κόσμου πάλιν τὸ πῦρ ὃ σπέρμα λέγουσιν εἶναι καὶ μετὰ τὴν ἐκπύρωσιν εἰς σπέρμα μετέβαλε τὸν κόσμον ἐκ βραχυτέρου σώματος καὶ ὄγκου, φύσιν ἔχοντα πολλὴν καὶ τοῦ κενοῦ προσεπιλαμβάνοντα χώραν ἄπλετον ἐπινεμομένην τῇ αὐξήσει, γεννωμένου δ αὖθις ὑποχωρεῖν τὸ μέγεθος καὶ συνολισθάνειν, δυομένης καὶ συναγομένης περὶ τὴν γένεσιν εἰς ἑαυτὴν τῆς ὕλης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION