- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 29

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 29)

εἰς τοιαῦτα μέντοι πράγματα τὸν ἠθικὸν λόγον ἐκβάλλοντες ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ εὐτελίζουσι καὶ διασύρουσιν, ὡς δὴ μόνοι τὴν φύσιν καὶ συνήθειαν ὀρθοῦντες ᾗ χρὴ καὶ καθιστάντες τὸν λόγον, ὃς ἅμ ἀποστρέφει καὶ ἐπάγει ταῖς ἐφέσεσι καὶ διώξεσι καὶ ὁρμαῖς πρὸς τὸ οἰκεῖον ἕκαστον.? ἡ δὲ συνήθεια τῆς διαλεκτικῆς διέραμα γενομένη χρηστὸν μὲν οὐδὲν οὐδ ὑγιὲς ἀπολέλαυκεν, ἀλλ ὥσπερ ἀκοὴ νοσώδης ὑπὸ κενῶν ἤχων δυσηκοϊάς καὶ ἀσαφείας ἐμπέπλησται περὶ ἧς αὖθις ἑτέραν ἀρχὴν λαβόντες, εἰ βούλει, διαλεξόμεθα.

τοῖς κυριωτάτοις καὶ πρώτοις ἐπιδράμωμεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION