호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δ ἐνταῦθα λόγου γεγόναμεν, τί ἂν φαίης μᾶλλον εἶναι παρὰ τὴν ἔννοιαν ἢ τὸ μὴ λαβόντας ἔννοιαν ἀγαθοῦ μηδὲ σχόντας, ἐφίεσθαι τἀγαθοῦ καὶ διώκειν·? ὁρᾷς γὰρ ὅτι καὶ Χρύσιππος εἰς ταύτην μᾶλλον συνελαύνει τὸν Ἀρίστωνα τὴν ἀπορίαν, ὡς τῶν πραγμάτων οὐ διδόντων τὴν πρὸς τὸ μήτ ἀγαθὸν μήτε κακὸν ἀδιαφορίαν ἐπινοῆσαι τἀγαθοῦ καὶ τοῦ κακοῦ μὴ προεπινοηθέντων:
οὕτω γὰρ αὑτῆς φανεῖσθαι τὴν ἀδιαφορίαν προϋφισταμένην, εἰ νόησιν μὲν αὐτῆς οὐκ ἔστι λαβεῖν, μὴ πρότερον τἀγαθοῦ νοηθέντος, ἄλλο δ οὐδὲν ἀλλ αὐτὴ μόνον τάγαθόν ἐστιν.
ἴθι δὲ καὶ σκόπει τὴν ἐκ τῆς Στοᾶς ταύτην ἀρνουμένην ἀδιαφορίαν καλουμένην δ ὁμολογίαν, ὅπως δὴ καὶ ὁπόθεν παρέσχεν αὑτὴν ἀγαθὸν νοηθῆναι.
εἰ γὰρ τἀγαθοῦ χωρὶς οὐκ ἔστι νοῆσαι τὴν πρὸς τὸ μὴ ἀγαθὸν ἀδιαφορίαν, ἔτι μᾶλλον ἡ τῶν ἀγαθῶν φρόνησις ἐπίνοιαν αὑτῆς οὐ δίδωσι τοῖς ἀγαθὸν μὴ προεννοήσασιν.
ἀλλ ὥσπερ ὑγιεινῶν καὶ νοσερῶν τέχνης οὐ γίγνεται νόησις, οἷς μὴ πρότερον αὐτῶν ἐκείνων γέγονεν, οὕτως ἀγαθῶν καὶ κακῶν ἐπιστήμης οὐκ ἔστιν ἔννοιαν λαβεῖν μὴ τἀγαθὰ καὶ τὰ κακὰ προεννοήσαντας.
λαμπρ.
τί οὖν ἀγαθόν ἐστιν· διαδουμ οὐδὲν ἀλλ ἢ φρόνησις. λαμπρ Τί δ ἡ φρόνησις· διαδουμ. οὐδὲν ἀλλ ἢ ἀγαθῶν ἐπιστήμη. λαμπρ Πολὺς οὖν ὁ Διὸς Κόρινθος ἐπὶ τὸν λόγον αὐτῶν ἀφῖκται. τὴν γὰρ ὑπέρου περιτροπήν, ἵνα μὴ σκώπτειν δοκῇς, ἐάσον: καίτοι τὸν γε λόγον αὐτῶν ὅμοιον ἐκείνῳ πάθος κατείληφε. φαίνεται γὰρ εἰς τὴν τἀγαθοῦ νόησιν αὐτὴν νοῆσαι δεόμενος φρόνησιν τὴν δ αὖ φρόνησιν ἐν τῇ περὶ τἀγαθὸν ζητῶν νοήσει, καὶ πρὸ τῆς ἑτέρας ἀναγκαζόμενος ἀεὶ τὴν ἑτέραν διώκειν, ἀπολειπόμενος δ ἑκατέρας τῷ τὸ πρὸ αὐτῆς νοούμενον δεῖσθαι τοῦ χωρὶς νοηθῆναι μὴ δυναμένου.
διαδουμ.
τὴν οὐκέτι διαστροφὴν ἀλλ ἐκστροφὴν αὐτῶν τοῦ λόγου καὶ ἀπαγωγὴν τελέως εἰς τὸ μηδὲν καταμαθεῖν.
οὐσίαν τἀγαθοῦ τίθενται τὴν εὐλόγιστον ἐκλογὴν τῶν κατὰ φύσιν:
ἐκλογὴ δ οὐκ ἔστιν εὐλόγιστος ἡ μὴ πρός τι γενομένη τέλος, ὡς προείρηται. τί οὖν τοῦτ ἐστίν· οὐδὲν ἄλλο, φασίν, ἢ τὸ εὐλογιστεῖν ἐν ταῖς τῶν κατὰ φύσιν ἐκλογαῖς. πρῶτον μὲν οὖν οἴχεται καὶ διαπέφευγεν ἡ ἔννοια τἀγαθοῦ τὸ γὰρ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς σύμπτωμα δήπουθέν ἐστι, γιγνόμενον ἀπὸ ἕξεως τῆς εὐλογιστίας:
διὸ ταύτην μὲν ἀπὸ τοῦ τέλους, τὸ τέλος δ οὐκ ἄνευ ταύτης ἀναγκαζόμενοι νοεῖν, ἀπολειπόμεθα τῆς ἀμφοῖν νοήσεως. ἔπειτα, ὃ μεῖζὸν ἐστι, τῷ μὲν δικαιοτάτῳ λόγῳ τὴν εὐλόγιστον ἐκλογὴν ἀγαθῶν ἔδει καὶ ὠφελίμων καὶ συνεργῶν πρὸς τὸ τέλος ἐκλογὴν εἶναι:
τὸ γὰρ ἐκλέγεσθαι τὰ μήτε συμφέροντα μήτε τίμια μήθ ὅλως αἱρετὰ πῶς εὐλόγιστόν ἐστιν· ἔστω γάρ, ὡς αὐτοὶ λέγουσιν, εὐλόγιστος· ἐκλογὴ τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐδαιμονεῖν ὁρ´α τοίνυν, ὡς εἰς πάγκαλόν τι καὶ σεμνὸν αὐτοῖς ὁ λόγος ἐξήκει κεφάλαιον.
ἔστι γάρ, ὡς ἐοίκε, τέλος κατ αὐτοὺς τὸ εὐλογιστεῖν ἐν τῇ ἐκλογῇ τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐλογιστεῖν. λαμπρ Ἀλλ οὑτωσὶ μὲν ἀκούοντι τῶν ὀνομάτων ἀλλόκοτόν τι φαίνεται δεινῶς, ὦ ἑταῖρε, τὸ φραζόμενον:
ἔτι δὲ δέομαι μαθεῖν πῶς τοῦτο συμβαίνει. διαδουμ Προσεκτέον οὖν σοι μᾶλλον. οὐ γὰρ τοῦ τυχόντος ἐστὶν αἴνιγμα συνιέναι ἄκουε δὴ καὶ ἀποκρίνου. ἆρ οὖν τέλος ἐστὶ κατ αὐτοὺς τὸ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς τῶν κατὰ φύσιν·
λαμπρ Λέγουσιν οὕτως. διαδουμ Τὰ δὲ κατὰ φύσιν πότερον ὡς ἀγαθὰ ἐκλέγονται ἢ ὡς ἀξίας τινὰς ἔχοντα ἢ προαγωγὰς τοῦτο πρὸς τὸ τέλος ἢ πρὸς ἕτερόν τι τῶν ὄντων· λαμπρ Οὐ νομίζω, ἀλλὰ πρὸς τέλος.
διαδουμ. ἤδη τοίνυν ἀποκαλύψας ὁρ´α τὸ συμβαῖνον αὐτοῖς, ὅτι τέλος ἐστὶ τὸ εὐλογιστεῖν ἐν ταῖς ἐκλογαῖς τῶν ἀξίαν ἐχόντων πρὸς τὸ εὐλογιστεῖν: ἄλλην γὰρ οὐσίαν τἀγαθοῦ καὶ τῆς εὐδαιμονίας οὔτ ἔχειν φασὶν οὔτε νοεῖν οἱ ἄνδρες ἢ τὴν πολυτίμητον εὐλογιστίαν ταύτην περὶ τὰς ἐκλογὰς τῶν ἀξίαν ἐχόντων.
ἀλλὰ τοῦτο μὲν εἰσιν οἱ πρὸς Ἀντίπατρον οἰόμενοι λέγεσθαι μὴ πρὸς τὴν αἱρ´εσιν:
ἐκεῖνον γὰρ ὑπὸ Καρνεάδου πιεζόμενον εἰς ταύτας καταδύεσθαι τὰς εὑρησιλογίας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기