호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παρὰ τὴν ἔννοιάν ἐστι:? πράττομεν, ἐφ ἕν τι γίγνεσθαι τὴν ἀναφορὰν ἔτι δὲ μᾶλλόν ἐστι παρὰ τὴν ἔννοιαν ἄλλο μὲν εἶναι τέλος, ἐπ ἄλλο δὲ τῶν πραττομένων ἕκαστον ἀναφέρεσθαι τούτων δ αὐτοὺς ὑπομένειν ἀνάγκη θάτερον.
εἰ γὰρ αὐτὰ μὲν τὰ πρῶτα κατὰ φύσιν ἀγαθὰ μή ἐστιν, ἡ δ εὐλόγιστος ἐκλογὴ καὶ λῆψις αὐτῶν καὶ τὸ πάντα τὰ παρ ἑαυτὸν ποιεῖν ἕκαστον ἕνεκα τοῦ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν, ἐπ ἐκεῖνο δεῖ πάντα ἔχειν τὰ πραττόμενα τὴν ἀναφοράν, τὸ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν.
εἴπερ γὰρ οἰόνται μὴ στοχαζομένους μηδ ἐφιεμένους τοῦ τυχεῖν ἐκείνων τὸ τέλος ἔχειν, ἀλλ οὗ δεῖ ἐκεῖνα ἀναφέρεσθαι, τὴν τούτων ἐκλογὴν καὶ μὴ ταῦτα:
τέλος μὲν γὰρ τὸ ἐκλέγεσθαι καὶ λαμβάνειν ἐκεῖνα φρονίμως:
ἐκεῖνα δ αὐτὰ καὶ τὸ τυγχάνειν αὐτῶν οὐ τέλος, ἀλλ ὥσπερ ὕλη τις ὑπόκειται τὴν ἐκλεκτικὴν ἀξίαν ἔχουσα: τοῦτο γὰρ οἶμαι καὶ τοὔνομα λέγειν καὶ γράφειν αὐτούς, ἐνδεικνυμένους τὴν διαφοράν. λαμπρ Ἀνδρικῶς· μὲν ἀπομεμνημόνευκας καὶ ὃ λέγουσι καὶ ὡς λέγουσι. διαδουμ.
σκόπει δ ὅτι ταὐτὸ πάσχουσι τοῖς τὴν σκιὰν ὑπεράλλεσθαι τὴν ἑαυτῶν ἐφιεμένοις: οὐ γὰρ ἀπολείπουσιν ἀλλὰ συμμεταφέρουσι τὴν ἀτοπίαν τῷ λόγῳ, πορρωτάτω τῶν ἐννοιῶν ἀφισταμένην. μᾶλλον δ ἐκεῖνος εἰωθός τι καὶ νενομισμένον ἀλλάττει καὶ ταράττει τὴν τάξιν:
"οὐ σπουδάζομεν εὐκαίρως περιπατεῖν ἕνεκα τοῦ πέττειν τὴν τροφὴν ἀλλὰ πέττειν τὴν τροφὴν ἕνεκα τοῦ περιπατεῖν εὐκαίρως" ἦπου καὶ τὴν ὑγίειαν ἡ φύσις τοῦ ἐλλεβόρου χάριν πεποίηκεν, οὐ τῆς :
ὑγιείας τὸν ἐλλέβορον.
τί γὰρ ἄλλο καταλείπεται αὐτοῖς εἰς ὑπερβολὴν παραδοξολογίας ἢ τοιαῦτα ληρεῖν· γεγονέναι τὴν ὑγίειαν τῶν φαρμάκων ἕνεκα, μὴ τὰ φάρμακα τῆς ὑγιείας, ὁ τὴν ἐκλογὴν τὴν περὶ τὰ φάρμακα καὶ σύνθεσιν καὶ:
χρῆσιν αὐτῶν αἱρετωτέραν ποιῶν τῆς ὑγιείας μᾶλλον τὴν μὲν οὐδ ὅλως αἱρετὸν ἡγούμενος, ἐν δὲ τῇ περὶ ἐκεῖνα πραγματείᾳ τὸ τέλος τιθέμενος καὶ ἔφεσιν ἀποφαίνων τέλος τῆς τεύξεως, οὐ τῆς ἐφέσεως τὴν τεῦξιν·
πάνυ μὲν οὖν, φήσομεν, ἂν ὡς πρὸς τέλος ὁρᾷ τὴν τεῦξιν ὧν διώκει καὶ τὴν κτῆσιν εἰ μή, τὸ εὐλόγιστον αὐτῆς·
πάντα ποιούσης ἕνεκα τσῦ τυχεῖν, οὗ τυχεῖν οὐ σεμνὸν οὐδὲ μακάριόν ἐστι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기