- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 24

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 24)

ἐπεὶ δὲ καθόλου τἀγαθὸν ἅπαντες ἄνθρωποι χαρτὸν νοοῦσιν εὐκταῖν εὐτυχὲς ἀξίαν ἔχον τὴν μεγίστην αὔταρκες ἀπροσδεές , ὁρ´α τὸ τούτων παρατιθεὶς ἀγαθόν, ἆρά γε χαρτὸν ποιεῖ τὸ φρονίμως τὸν δάκτυλον προτεῖναι·? τί δ·

εὐκταῖόν ἐστι φρονίμη στρέβλωσις· εὐτυχεῖ δ ὁ κατακρημνίζων ἑαυτὸν εὐλόγως· ἀξίαν δ ἔχει τὴν μεγίστην, ὃ πολλάκις αἱρεῖ λόγος ἀντὶ τοῦ μὴ ἀγαθοῦ προέσθαι·

τέλειον δὲ καὶ αὔταρκές ἐστιν, οὗ παρόντος, ἂν μὴ τυγχάνωσι τῶν ἀδιαφόρων, οὐχ ὑπομένουσιν οὐδὲ βούλονται ζῆν· γέγονε δ ἕτερος λόγος, ὑφ οὗ μᾶλλον ἡ συνήθεια παρανενόμηται, τὰς μὲν γνησίας ὑφαιροῦντος αὐτοῦ καὶ ἀποσπῶντος ἐννοίας ὥσπερ τέκνα, νόθας δὲ προσβάλλοντος ἑτέρας θηριώδεις καὶ ἀλλοκότους καὶ ταύτας ἀντ ἐκείνων ἐκτιθηνεῖσθαι καὶ στέργειν ἀναγκάζοντος:

ἐκ τῶν ἀγαθῶν τῶν ἐν ἡμῖν σύμφυτον ἔχει τὴν γένεσιν·

οἱ δ ὥσπερ εἰς τὸν ψευδόμενον ἢ τὸν κυριεύοντα μετὰ τῆς διαλεκτικῆς ἐμβάλλοντες εἰς τὸν περὶ εὐδαιμονίας τόπον ἔλυσαν μὲν οὐδεμίαν ἀμφιβολίαν ἐν αὐτῷ μυρίας δ ἐποίησαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION