- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 22

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 22)

λαμπρ Ταῦτα μὲν οὖν ἄφες.? ἡ δὲ πολυτίμητος ὠφέλεια τίς ἐστιν, ἣν ὡς μέγα τι τοῖς σοφοῖς ἐξαίρετον φυλάσσοντες, οὐδ ὄνομα λείπουσιν αὐτῆς τοῖς μὴ σοφοῖς. διαδουμ. ἂν εἷς σοφὸς ὁπουδήποτε προτείνῃ τὸν δάκτυλον φρονίμως, οἱ κατὰ τὴν οἰκουμένην σοφοὶ πάντες ὠφελοῦνται.

τοῦτο τῆς ὠφελείας ἔργον αὐτῶν, εἰς τοῦτο τοῖς κοινοῖς ὠφελήμασι τῶν σοφῶν αἱ ἀρεταὶ τελευτῶσιν. ἐλήρει δ Ἀριστοτέλης, ἐλήρει δὲ,Ξενοκράτης, ὠφελεῖσθαι μὲν ἀνθρώπους ὑπὸ θεῶν ὠφελεῖσθαι δ ὑπὸ γονέων ὠφελεῖσθαι δ ὑπὸ καθηγητῶν ἀποφαινόμενοι, τὴν δὲ θαυμαστὴν ἀγνοοῦντες ὠφέλειαν, ἣν οἱ σοφοὶ κινουμένων κατ ἀρετὴν ἀλλήλων ὠφελοῦνται, κἂν μὴ συνῶσι μηδὲ γιγνώσκοντες τυγχάνωσι.

κλεῖδας ὠνεῖται καὶ ἀποθήκας φυλάττει χρηματικὸς ἀνήρ πλούτου διοίγων θάλαμον ἥδιστον χερί:

τὸ δ ἐκλέγεσθαι τὰ πρὸς μηδὲν ὠφέλιμα καὶ τηρεῖν ἐπιμελῶς καὶ πολυπόνως οὐ σεμνὸν οὐδὲ καλὸν ἀλλὰ καὶ καταγέλαστόν ἐστιν.

τήρησιν εὐδαιμονικὸν ἔργον ἡγεῖτο καὶ μακάριον, τίς ἂν ἐζήλωσε τὴν ἀνόητον ταύτην πρόνοιαν καὶ κενόσπουδον ἐπιμέλειαν·

ἀλλὰ μὴν τοῦτο τῆς Στωικῆς ὁμολογίας τὸ καλόν ἐστι καὶ σεμνὸν καὶ μακάριον, ἕτερον δ οὐδὲν ἀλλ ἐκλογὴ καὶ τήρησις ἀνωφελῶν πραγμάτων καὶ ἀδιαφόρων τοιαῦτα γὰρ τὰ κατὰ φύσιν καὶ τὰ ἐκτὸς ἔτι μᾶλλον:

εἴ γε κρασπέδοις καὶ ἀμίσι χρυσαῖς καὶ νὴ Δία ληκύθοις, ὅταν τύχωσι, παραβάλλουσι τὸν μέγιστον πλοῦτον:

εἶθ ὥσπερ οἱ θεῶν τινων ἢ δαιμόνων ἱερὰ δόξαντες ὑπερηφάνως καθυβρίσαι καὶ λοιδορῆσαι μετανοήσαντες εὐθὺς ὑποπίπτουσι καὶ κάθηνται ταπεινοὶ κατευλογοῦντες καὶ μεγαλύνοντες τὸ θεῖον: ἐκεῖνοι νεμέσει τινὶ τῆς μεγαλαυχίας ταύτης καὶ κενολογίας περιπεσόντες αὖθις ἐν τούτοις ἐξετάζονται τοῖς ἀδιαφόροις καὶ μηδὲν πρὸς αὐτούς, μέγα βοῶντες ὡς ἕν ἐστιν ἀγαθὸν καὶ καλὸν καὶ σεμνόν, ἡ τούτων ἐκλογὴ καὶ περὶ ταῦτα οἰκονομία, καὶ τούτων μὴ τυγχάνοντας οὐκ ἄξιόν ἐστι βιοῦν ἀλλ ἀποσφάττειν ἑαυτοὺς ἢ ἀποκαρτερεῖν, πολλὰ τῇ ἀρετῇ χαίρειν φράσαντας.

τὸν τοίνυν Θέογνιν αὐτοὶ παντελῶς ἀγεννῆ καὶ μικρὸν ἡγοῦνται, λέγοντα χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον ῥιπτεῖν, καὶ πετρῶν, Κύρνε, κατ ἠλιβάτων οὕτως ἀποδειλιῶντα πρὸς τὴν πενίαν ἀδιάφορον οὖσαν:

καὶ λέγουσιν, ὅτι χρὴ νόσον φεύγοντα μεγάλην καὶ ἀλγηδόνα σύντονον, ἐὰν μὴ παρῇ ξίφος ἢ κώνειον, εἰς θάλατταν ἀφεῖναι καὶ κατὰ πετρῶν ῥιπτεῖν ἑαυτόν:

ὧν οὐδέτερον βλαβερὸν οὐδὲ κακὸν οὐδ ἀσύμφορόν ἐστιν, οὐδὲ κακοδαίμονας ποιεῖ τοὺς περιπίπτοντας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION