- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 18

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 18)

χωρὶς δὲ τούτων, τί ἐκώλυε τοῦ μὲν κακοῦ νόησιν εἶναι τοῦ δ ἀγαθοῦ καὶ ὕπαρξιν·? ὥσπερ οἶμαι καὶ τοῖς θεοῖς ὑγιείας μὲν ἔστι παρουσία, πυρετοῦ δὲ καὶ πλευρίτιδος νόησις. ἐπεὶ καὶ ἡμεῖς, κακῶν μὲν ἀφθόνως πᾶσι παρόντων ἀγαθοῦ δὲ μηδενός, ὡς οὗτοι λέγουσιν, ἀλλὰ τοῦ γε νοεῖν οὐκ ἀπολελείμμεθα τὴν φρόνησιν τἀγαθὸν τὴν εὐδαιμονίαν.

μὴ παρούσης, εἰσὶν οἱ διδάσκοντες ὁποῖόν ἐστι καὶ κατάληψιν ἐμποιοῦντες τῆς κακίας δὲ μὴ γενομένης, οὐ δυνατὸν ἦν κτήσασθαι νόησιν.

ἡ δὲ φρόνησις ἄνευ τῆς ἀφροσύνης οὔθ ἑαυτὴν οὔτε τὴν ἀφροσύνην καταλαμβάνειν πέφυκεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION