호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διαδουμ Ἀλλὰ πολλὰ μὲν λέγεται, τὰ δὲ νῦν τοῖς ἀναγκαίοις χρηστέον.? εὐήθες οἰέσθαι φρονήσεως ἕνεκα γένεσιν κακῶν ὑποστῆναι καὶ ἀγαθῶν.
ὄντων γὰρ ἀγαθῶν καὶ κακῶν ἐπιγίνεται φρόνησις, ὥσπερ ἰατρικὴ νοσερῶν ὑποκειμένων καὶ ὑγιεινῶν. οὐ γὰρ τάγαθὸν ὑφίσταται καὶ τὸ κακόν, ἵνα γένηται φρόνησις, ἀλλ ᾗ τἀγαθὸν καὶ τὸ κακὸν ὄντα καὶ ὑφεστῶτα κρίνομεν, ὠνομάσθη φρόνησις: ἀλλὰ μᾶλλον ἡμῶν πρὸς τὸ,τὰ τοιαῦτα κρίνειν ὄψεως δεηθέντων.
δεύτερον, ὅταν ἐκπυρώσωσι τὸν κόσμον οὗτοι, κακὸν μὲν οὐδ ὁτιοῦν ἀπολείπεται, τὸ δ ὅλον φρόνιμόν ἐστι τηνικαῦτα καὶ σοφόν:
ἔστι τοίνυν φρόνησις, οὐκ ὄντος κακοῦ: καὶ οὐκ ἀνάγκη κακὸν ὑπάρχειν, εἰ φρόνησις ἔνι. πάντως δεῖ τὴν φρόνησιν ἀγαθῶν εἶναι καὶ κακῶν ἐπιστήμην, τί δεινόν, εἰ τῶν κακῶν ἀναιρεθέντων οὐκ ἔσται φρόνησις ἑτέραν τ ἀντ ἐκείνης ἀρετὴν ἕξομεν, οὐκ ἀγαθῶν καὶ κακῶν ἀλλ ἀγαθῶν μόνων ἐπιστήμην οὖσαν·
ἐξαπόλοιτο παντάπασιν, εἶτά τις βιάζοιτο καὶ τὴν ὄψιν ἀπολωλέναι, λευκῶν γὰρ οὐκ εἶναι καὶ μελάνων αἴσθησιν τί κωλύει φάναι πρὸς αὐτόν, ὅτι δεινὸν οὐδέν, εἰ τὴν μὲν ὑπὸ σοῦ λεγομένην ὄψιν οὐκ ἔχομεν, ἄλλη δὲ πάρεστιν ἀντ ἐκείνης αἴσθησις ἡμῖν καὶ δύναμις, λευκῶν ἀντιλαμβανόμεθα καὶ μὴ λευκῶν χρωμάτων·
ἐγὼ μὲν γὰρ οὔτε γεῦσιν οἶμαι φροῦδον ἂν γενέσθαι, πικρῶν ἐπιλιπόντων, οὔθ ἁφήν, ἀλγηδόνος ἀναιρεθείσης, οὔτε φρόνησιν, κακοῦ μὴ παρόντος:
ταύτην τε τὴν φρόνησιν ἀγαθῶν καὶ μὴ ἀγαθῶν ἐπιστήμην οὖσαν.
οἷς δὲ μὴ δοκεῖ, τοὔνομα λαβόντες ἀπολιπέτωσαν ἡμῖν τὸ πρᾶγμα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기