- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 15

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 15)

ὅθεν ἡδέως ἂν πυθοίμην, πρὸς τί γέγονεν εὔχρηστος ἡ κακία τοῖς ὅλοις.? οὐ γὰρ δὴ πρὸς τὰ οὐράνια καὶ θεῖα, φήσει.

γελοῖον γὰρ εἰ, μὴ γενομένης ἐν ἀνθρώποις μηδ οὔσης κακίας καὶ ἀπληστίας καὶ ψευδολογίας μηδ ἀλλήλους ἡμῶν ἀγόντων καὶ φερόντων καὶ συκοφαντούντων καὶ φονευόντων, οὐκ ἂν ἐβάδιζεν ὁ ἥλιος τὴν τεταγμένην πορείαν οὐδ ἂν ὡρ´αις ἐχρῆτο καὶ περιόδοις καιρῶν ὁ κόσμος οὐδ ἡ γῆ τὴν μέσην χώραν ἔχουσα τοῦ παντὸς ἀρχὰς πνευμάτων ἐνεδίδου καὶ ὄμβρων. τοίνυν πρὸς ἡμᾶς καὶ τὰ ἡμέτερα τὴν κακίαν εὐχρήστως γεγονέναι καὶ τοῦτ ἴσως οἱ ἄνδρες λέγουσιν.

ἆῤ οὖν ὑγιαίνομεν μᾶλλον κακοὶ ὄντες, ἔτι δὲ μᾶλλον εὐποροῦμεν τῶν ἀναγκαίων·

πρὸς δὲ κάλλος ἡμῖν ἢ πρὸς ἰσχὺν εὔχρηστος ἡ κακία γέγονεν· οὔ φασιν. "ὄνομα μόνον καὶ δόκημα νυκτερωπὸν ἐννύχων" σοφιστῶν οὐδ ὥσπερ ἡ κακία πᾶσιν ῦπαρ ἔκκειται καὶ πᾶσιν ἐναργὴς: οὐδενὸς ἔσται χρηστοῦ μεταλαβεῖν, ἥκιστα δ ἀρετῆς, ὦ θεοί, δι ἣν γεγόναμεν.

φορὰ, καὶ συνεργὰ πρὸς τὸ οἰκεῖόν ἐστι τέλος, τὸ δ ὑπὸ τοῦ θεοῦ πρὸς ἀρετὴν γεγονὸς ἀπολώλεκε τὴν ἀρετὴν καὶ διέφθαρκεν·

ἀλλ ἴσως ἤδη καιρὸς ἐπ ἄλλο τρέπεσθαι, τοῦτο δ ἀφεῖναι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION