호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῶς δ ἔτι θεοῖς ἐχθρὸν ἡ κακία καὶ θεομισές·? ἢ τί πρὸς τὰ τοιαῦτα δυσφημήματα λέγειν ἕξομεν, ὡς θεὸς μὲν αἰτίαν φύει βροτοῖς, ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ καί τίς τ ἂρ σφῶε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι· ἔπειτα δὲ τὸ μὲν φαῦλον ἐπίγραμμα τὴν κωμῳδίαν κοσμεῖ καὶ συνεργεῖ πρὸς τὸ τέλος αὐτῆς, ἐφιεμένης τοῦ γελοίου ἢ κεχαρισμένου τοῖς θεαταῖς:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기