- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 12

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 12)

ἐοίκε δ ἡμᾶς ἀπαλλάττειν τοῦ περὶ τούτων ἔτι πλείονα λέγειν ὁ κολοφὼν αὐτὸς, ὃν ὁ Χρύσιππος τοῖς δόγμασιν ἐπιτέθεικεν.? καὶ καλουμένων ἀδιαφόρων, οὐδεὶς ἔστιν ἀνθρώπων, ὃς οὐ βούλεται τἀγαθὸν ἔχειν μᾶλλον ἢ τὸ ἀδιάφορον καὶ τὸ ἀδιάφορον ἢ τὸ κακόν.

ἀλλὰ καὶ τοὺς θεοὺς δήπου ποιούμεθα μάρτυρας, αἰτούμενοι ταῖς εὐχαῖς παρ αὐτῶν μάλιστα μὲν κτῆσιν ἀγαθῶν, εἰ δὲ μή, κακῶν ἀποφυγήν, τὸ δὲ μήτ ἀγαθὸν μήτε κακὸν ἀντὶ μὲν τἀγαθοῦ μὴ θέλοντες ἔχειν ἀντὶ δὲ τοῦ κακοῦ θέλοντες. τύραννοι τοῖς κακοῖς προεδρίαν διδοὺς καὶ νομοθετῶν πρῶτον διώκειν τάγαθὸν δεύτερον δὲ τὸ κακόν, ἔσχατον δὲ καὶ χείριστον ἡγεῖσθαι τὸ μήτ ἀγαθὸν μήτε κακόν:

ὥσπερ εἴ τις μετὰ τὰ οὐράνια τὰ ἐν Αἵδου τιθείη, τὴν δὲ γῆν καὶ τὰ περὶ γῆν εἰς τὸν τάρταρον ἀπώσειε τῆλε μάλ, ἧχι βάθιστον ὑπὸ χθονὸς ἔστι βέρεθρον.

"τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ καὶ τὰ κακὰ τῶν ἄλλων ἀνὰ μέσον προτερεῖν:

"ἔστι δ οὐ ταῦτα προτεροῦντα, ἀλλ ὁ λόγος μεθ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, εἰ καὶ ἄφρονες· "ἐσόμεθα" δῆλον οὖν, εἰ καὶ ἄδικοι, καὶ παράνομοι καὶ θεοῖς ἐχθροὶ καὶ κακοδαίμονες: οὐδὲν γὰρ ἄπεστι τούτων τοῖς ἀφρόνως βιοῦσιν.

ἐπιβάλλει τοίνυν κακοδαιμονεῖν μᾶλλον ἢ μὴ κακοδαιμονεῖν καὶ βλάπτεσθαι μᾶλλον ἢ μὴ βλάπτεσθαι καὶ ἀδικεῖν ἢ μὴ ἀδικεῖν καὶ παρανομεῖν ἢ μὴ παρανομεῖν·

τουτέστιν ἐπιβάλλει τὰ μὴ ἐπιβάλλοντα ποιεῖν καὶ καθήκει ζῆν καὶ παρὰ τὸ καθῆκον. εἶτα τί παθόντες οὐχ ὁμολογοῦσιν εἶναι κακόν, ὃ τοῦ κακοῦ χεῖρόν ἐστι·

ἐστὶ φεύγειν τὴν μὴ δεχομένην τὸ ἀφραίνειν διάθεσιν·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION