호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι Παρὰ τὴν ἔννοιάν ἐστιν ἄνθρωπον, ᾧ πάντα τἀγαθὰ πάρεστι καὶ μηδὲν ἐνδεῖ πρὸς εὐδαιμονίαν καὶ τὸ μακάριον, τούτῳ καθήκειν ἐξάγειν ἑαυτόν:? ἔσται, τὰ δεινὰ δὲ πάντα καὶ τὰ δυσχερῆ καὶ κακὰ πάρεστι καὶ παρέσται διὰ τέλους, τούτῳ μὴ καθήκειν ἀπολέγεσθαι τὸν βίον, ἂν μή τι νὴ Δία τῶν ἀδιαφόρων αὐτῷ προσγένηται.
ταῦτα τοίνυν ἐν τῇ Στοᾷ νομοθετεῖται, καὶ πολλοὺς μὲν ἐξάγουσι τῶν σοφῶν ὡς ἄμεινον εὐδαιμονοῦντας πεπαῦσθαι, πολλοὺς δὲ κατέχουσι τῶν φαύλων ὡς καθήκοντος αὐτοῖς ζῆν κακοδαιμονοῦντας.
καίτοι ὁ μὲν σοφὸς ὄλβιος μακάριος πανευδαίμων ἀσφαλὴς ἀκίνδυνος, ὁ δὲ φαῦλος καὶ ἀνόητος οἱο῀ς εἰπεῖν γέμων κακῶν δὴ κοὐκέτ ἔσθ ὅπου τεθῇ:
ἀλλὰ καὶ τούτοις μονὴν οἰόνται καθήκουσαν εἶναι κἀκείνοις ἐξαγωγήν.
"οὐ γὰρ ἀγαθοῖς καὶ κακοῖς δεῖ παραμετρεῖσθαι τὸν βίον ἀλλὰ τοῖς κατὰ φύσιν καὶ παρὰ φύσιν. οὕτως ἄνθρωποι σῴζουσι τὴν συνήθειαν καὶ πρὸς τὰς κοινὰς ἐννοίας φιλοσοφοῦσι. τί λέγεις·
ὅττι τοι ἐν μεγάροισι κακὸν τ ἀγαθόν τε τέτυκται τὸν περὶ βίου καὶ θανάτου σκοπούμενον, οὐδ ὥσπερ ἐπὶ ζυγοῦ τὰ πρὸς εὐδαιμονίαν καὶ κακοδαιμονίαν ἐξετάζειν ἐπιζήμια μᾶλλον ἢ ὠφέλιμα ἀλλ ἐκ τῶν μήτ ὠφελούντων μήτε βλαπτόντων τοὺς εἰ βιωτέον ἢ μὴ ποιεῖσθαι λογισμούς·
οὐ μέλλει πρὸς τὰς τοιαύτας ὑποθέσεις καὶ ἀρχὰς καθηκόντως αἱρεῖσθαὶ τε τὸν βίον, ᾧ τῶν φευκτῶν οὐδὲν ἄπεστι, καὶ φεύγειν, πάντα τὰ αἱρετὰ πάρεστι·
καίτοι παράλογον μέν, ὦ ἑταῖρε, καὶ τὸ φεύγειν τὸν βίον ἐν μηδενὶ κακῷ γενομένους: παραλογώτερον δέ, εἰ μὴ τυγχάνων τις τοῦ ἀδιαφόρου τάγαθὸν ἀφίησιν:
ὅπερ οὗτοι ποιοῦσι, τὴν εὐδαιμονίαν προϊέμενοι καὶ τὴν ἀρετὴν παροῦσαν ἀνθ ὑγιείας καὶ ὁλοκληρίας, ὧν οὐ τυγχάνουσιν. ἔνθ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς, ὅτι χρύσεια χαλκείων, ἑκατόμβοια ἐννεαβοίων ἔμελλε διαμείψεσθαι.
χρείαν οὔτ ὄνησίν τινα φέρει πρὸς εὐδαιμονίαν:
ἀλλ ὅμως οὗτοι τῆς φρονήσεως ἀντικαταλλάττονται τὴν ὑγίειαν.
καὶ γὰρ Ἡρακλείτῳ φασὶ καὶ Φερεκύδῃ καθήκειν ἄν, εἴπερ ἠδύναντο, τὴν ἀρετὴν ἀφεῖναι καὶ τὴν φρόνησιν, ὥστε παύσασθαι φθειριῶντας καὶ ὑδρωπιῶντας: καὶ τῆς Κίρκης ἐγχεούσης δύο φάρμακα, τὸ μὲν ποιοῦν ἄφρονας ἐκ φρονίμων τὸ δ ὅνους φρονίμους ἑξ ἀφρόνων ἀνθρὡπων, οὐκ τὸν τὸν Ὀδυσσέα πιεῖν τὸ τῆς ἀφροσύνης μᾶλλον ἢ μεταβαλεῖν εἰς θηρίου μορφὴν τὸ εἶδος, ἔχοντα τὴν φρόνησιν καὶ μετὰ τῆς φρονήσεως δηλονότι τὴν εὐδαιμονίαν· "ἄφες με καὶ καταφρόνησον ἀπολλυμένης ἐμοῦ καὶ διαφθειρομένης εἰς ὄνου πρόσωπον.
ἀλλ ὄνου γε, φήσει τις, ἡ τοιαῦτα παραγγέλλουσα φρόνησίς ἐστιν, εἰ τὸ μὲν φρονεῖν καὶ εὐδαιμονεῖν ἀγαθόν ἐστι τὸ δ ὄνου περιφέρειν πρόσωπον ἀδιάφορον.
ἔθνος εἶναί φασιν Αἰθιόπων, ὅπου κύων βασιλεύει καὶ βασιλεὺς προσαγορεύεται καὶ γέρα καὶ τιμὰς ἔχει βασιλέως, ἄνδρες· δὲ πράσσουσιν ἅπερ ἡγεμόσι πόλεων προσήκει καὶ ἄρχουσιν.
ἆῤ οὖν παρὰ τοῖς Στωικοῖς ὁμοίως τὸ μὲν ὄνομα καὶ τὸ σχῆμα τἀγαθοῦ πάρεστι τῇ ἀρετῇ καὶ μόνην ταύτην αἱρετὸν καὶ ὠφέλιμον καὶ συμφέρον καλοῦσι, πράττουσι δὲ ταῦτα καὶ φιλοσοφοῦσι καὶ ζῶσι καὶ ἀποθνήσκουσιν, ὥσπερ ἀπὸ προστάγματος τῶν ἀδιαφόρων·
καίτοι τὸν κύνα μὲν ἐκεῖνον οὐδεὶς Αἰθιόπων ἀποκτίννυσιν, ἀλλὰ σεμνῶς κάθηται προσκυνούμενος:
οὗτοι δὲ τὴν ἀρετὴν ἀπολλύουσιν ἑαυτῶν καὶ διαφθείρουσι, τῆς ὑγιείας περιεχόμενοι καὶ τῆς ἀπονίας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기