- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 9

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 9)

τοῦτο δ οὐκ ἂν μάλιστα θαυμάσαις αὐτῶν, ἀλλ ὅτι, τῆς ἀρετῆς καὶ τῆς εὐδαιμονίας παραγιγνομένης, πολλάκις οὐδ αἰσθάνεσθαι τὸν κτησάμενον οἰόνται, διαλεληθέναι δ αὑτόν, ὅτι μικρῷ πρόσθεν ἀθλιώτατος ὢν καὶ ἀφρονέστατος νῦν ὁμοῦ φρόνιμος καὶ μακάριος γέγονεν.? οὐ γὰρ μόνον ἔχοντά τινα τὴν φρόνησιν τοῦτο μόνον μὴ φρονεῖν ὅτι φρονεῖ μηδὲ γιγνώσκειν ὅτι τὸ ἀγνοεῖν διαπέφευγεν εὐτράπελόν ἐστιν:

ἀρρεπὲς ποιοῦσι καὶ ἀμαυρόν, εἰ μηδ αἴσθησιν αὑτοῦ ποιεῖ παραγενόμενον.

φύσει γὰρ ἀνεπαίσθητον οὐκ ἔστι κατ αὐτούς ἀλλὰ καὶ λέγει διαρρήδην Χρύσιππος ἐν τοῖς περὶ Τέλους αἰσθητὸν εἶναι τάγαθόν:

ὡς δ οἰέται, καὶ ἀποδείκνυσι. λείπεται τοίνυν ἀσθενείᾳ καὶ μικρότητι διαφεύγειν αὐτὸ τὴν αἴσθησιν, ὁπόταν παρὸν ἀγνοῆται καὶ διαλανθάνῃ τοὺς ἔχοντας.

μαλακῶς καὶ ἀνειμένως θερμὰ καταλαμβάνουσαν ἁφὴν ἀναισθητεῖν τῶν σφόδρα θερμῶν ἀτοπώτερον δέ, εἴ τις τὸ κοινῶς κατὰ φύσιν, οἱό῀ν ἐστιν ὑγίεια καὶ εὐεξία, καταλαμβάνων, τὴν ἀρετὴν ἀγνοεῖ παροῦσαν, ἣν μάλιστα καὶ ἄκρως κατὰ φύσιν εἶναι τίθενται.

πῶς γὰρ οὐ παρὰ τὴν ἔννοιάν ἐστιν ὑγιείας καὶ νόσου διαφορὰν καταλαμβάνειν, φρονήσεως δὲ μὴ καταλαμβάνειν καὶ ἀφροσύνης, ἀλλὰ τὴν μὲν ἀπηλλαγμένην οἰέσθαι παρεῖναι, τὴν δὲ κεκτημένον ἀγνοεῖν ὅτι πάρεστιν·

οὐ γὰρ ἂν ἑαυτοὺς διελάνθανον ἀντ ἐκείνων ταῦτ᾿ ἔχοντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION