호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ κἀκεῖνο παρὰ τὰς κοινὰς ἐννοίας ἐστίν, ἄνθρωπον ὄντα μὴ χαίρειν ἐκ τῶν μεγίστων κακῶν ἐν τοῖς μεγίστοις ἀγαθοῖς·? γενόμενον τοῦτο δὲ πέπονθεν ὁ τούτων σοφός.
ἐκ γὰρ τῆς ἄκρας κακίας μεταβαλὼν εἰς τὴν ἄκραν ἀρετὴν καὶ τὸν ἀθλιώτατον βίον διαφυγὼν ἅμα καὶ κτησάμενος τὸν μακαριώτατον οὐδὲν ἐπίδηλον εἰς χαρὰν ἔσχεν οὐδ ἐπῆρεν αὐτὸν οὐδ ἐκίνησεν ἡ τοσαύτη μεταβολή, κακοδαιμονίας ἀπαλλαγέντα καὶ μοχθηρίας ἁπάσης, εἰς δ ἀσφαλῆ τινα καὶ βεβαίαν παντέλειαν ἀγαθῶν ἐξικόμενον. ἔτι παρὰ τὴν ἔννοιάν ἐστιν ἀγαθῶν μὲν εἶναι μέγιστον τὸ ἀμετάπτωτον ἐν ταῖς κρίσεσι καὶ βέβαιον, δεῖσθαι δὲ τούτου τὸν ἐπ ἄκρον προκόπτοντα μηδὲ φροντίζειν παραγενομένου πολλάκις δὲ μηδὲ τὸν δάκτυλον προτεῖναι ταύτης γ ἕνεκα τῆς ἀσφαλείας καὶ βεβαιότητος, ἣν τέλειον ἀγαθὸν καὶ μέγα νομίζουσιν.
"ἀγαθὸν ὁ χρόνος οὐκ αὔξει προσγιγνόμενος, ἀλλά, κἂν ἀκαρές τις ὡρ´ας γένηται φρόνιμος, οὐδενὶ πρὸς εὐδαιμονίαν ἀπολειφθήσεται τοῦ τὸν αἰῶνα χρωμένου τῇ ἀρετῇ καὶ μακαρίως ἐν αὐτῇ καταβιοῦντος.
"οὐδὲν εἶναί φασιν ἀρετῆς ὄφελος ὀλιγοχρονίου τί γάρ, ἂν μέλλοντι ναυαγεῖν εὐθὺς ἢ κατακρημνίζεσθαι φρόνησις ἐπιγένηται·
ἀρετὴν οὐθὲν ἀπολείπεσθαι τῆς ἄκρας εὐδαιμονίας ἅμα καὶ μηδενὸς ὅλως ἄξιον νομίζουσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기