- 텍스트

Plutarch, De communibus notitiis adversus Stoicos, section 1

(플루타르코스, De communibus notitiis adversus Stoicos, section 1)

Λαμπρίας.? σοὶ μὲν εἰκός, ὦ Διαδούμενε, μὴ πάνυ μέλειν, εἴ τινι δοκεῖτε παρὰ τὰς κοινὰς φιλοσοφεῖν ἐννοίας ὁμολογοῦντί γε καὶ τῶν αἰσθήσεων περιφρονεῖν, ἀφ ὧν σχεδὸν αἱ πλεῖσται γεγόνασιν ἔννοιαι, τήν γε περὶ τὰ φαινόμενα πίστιν ἕδραν ἔχουσαι καὶ ἀσφάλειαν. ταραχῆς εἴτε τισὶ λόγοις εἴτ ἐπῳδαῖς εἴτ ἄλλον ἐπίστασαι τρόπον παρηγορίας οὐκ ἂν φθάνοις ἰατρεύων οὕτω σοι διασέσεισμαι καὶ γέγονα μετέωρος ὑπὸ Στωικῶν ἀνδρῶν, τὰ μὲν ἄλλα βελτίστων καὶ νὴ Δία συνήθων καὶ φίλων, πικρῶς δ ἄγαν ἐγκειμένων τῇ Ἀκαδημίᾳ καὶ ἀπεχθῶς:

οἵ γε πρὸς μικρὰ καὶ μετ αἰδοῦς τὰ παρ ἐμοῦ λεχθέντα σεμνῶς, οὐ γὰρ ψεύσομαι, οὐ πράως ᾐτιάσαντο:

τοὺς δὲ πρεσβυτέρους μετ ὀργῆς σοφιστὰς καὶ λυμεῶνας τῶν ἐν φιλοσοφίᾳ δογμάτων ὁδῷ βαδιζόντων καὶ δε ξομμιινιβης νοτιτιις. ἀνατροπέας καὶ πολλὰ τούτων ἀτοπώτερα λέγοντες καὶ νομίζοντες τέλος ἐπὶ τὰς ἐννοίας ἐρρύησαν, ὡς δή τινα σύγχυσιν καὶ ἀναδασμὸν αὐταῖς ἐπάγοντας τοὺς ἐκ τῆς Ἀκαδημείας.

εἶτά τις εἶπεν αὐτῶν ὡς οὐκ ἀπὸ τύχης ἀλλ ἐκ προνοίας θεῶν νομίζοι μετ Ἀρκεσίλαον καὶ πρὸ Καρνεάδου γεγονέναι Χρύσιππον, ὧν ὁ μὲν ὑπῆρξε τῆς εἰς τὴν συνήθειαν ὕβρεως καὶ παρανομίας ὁ δ, ἤνθησε μάλιστα τῶν Ἀκαδημαϊκῶν: εἰς πολιορκίαν βοηθήματα, τὸν δὲ περὶ τὰς προλήψεις καὶ τὰς ἐννοίας τάραχον ἀφελὼν παντάπασι καὶ διορθώσας ἑκάστην καὶ θέμενος εἰς οἰκεῖον:

ὥστε καὶ τοὺς αὖθις ἐκκρούειν τὰ πράγματα καὶ παραβιάζεσθαι βουλομένους μηδὲν περαίνειν ἀλλ ἐλέγχεσθαι κακουργοῦντας καὶ σοφιζομένους.

ἀπορίαν τῆς ψυχῆς, λιαδουμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION