- 텍스트

Herodotus, The Histories, book 5, chapter 114

(헤로도토스, The Histories, book 5, chapter 114)

Ὀνησίλου μέν νυν Ἀμαθούσιοι, ὅτι σφέας ἐπολιόρκησε, ἀποταμόντες τὴν κεφαλὴν ἐκόμισαν ἐς Ἀμαθοῦντα καί μιν ἀνεκρέμασαν ὑπὲρ τῶν πυλέων:? κρεμαμένης δὲ τῆς κεφαλῆς καὶ ἤδη ἐούσης κοίλης, ἐσμὸς μελισσέων ἐσδὺς ἐς αὐτὴν κηρίων μιν ἐνέπλησε. τούτου δὲ γενομένου τοιούτου, ἐχρέωντο γὰρ περὶ αὐτῆς οἱ Ἀμαθούσιοι, ἐμαντεύθη σφι τὴν μὲν κεφαλὴν κατελόντας θάψαι, Ὀνησίλῳ δὲ θύειν ὡς ἡρ´ωϊ ἀνὰ πᾶν ἔτος, καί σφι ποιεῦσι ταῦτα ἄμεινον συνοίσεσθαι.?

상위

The Histories

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION