호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βασιλέα μὲν καὶ στρατηγὸν χρεὸν εἶναι φημὶ βασιλέι τε καὶ στρατηγῷ προσφέρεσθαι. ἤν τε γὰρ κατέλῃσ ἄνδρα στρατηγόν, μέγα τοι γίνεται, καὶ δεύτερα, ἢν σὲ ἐκεῖνοσ, τὸ μὴ γένοιτο, ὑπὸ ἀξιοχρέου καὶ ἀποθανεῖν ἡμίσεα συμφορή· ἡμέασ δὲ τοὺσ ὑπηρέτασ ἑτέροισί τε ὑπηρέτῃσι προσφέρεσθαι καὶ πρὸσ ἵππον· τοῦ σὺ τὰσ μηχανὰσ μηδὲν φοβηθῇσ· ἐγὼ γάρ τοι ὑποδέκομαι μή μιν ἀνδρὸσ ἔτι γε μηδενὸσ στήσεσθαι ἐναντίον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기