- 텍스트

Herodotus, The Histories, book 5, chapter 109

(헤로도토스, The Histories, book 5, chapter 109)

τούτου δὲ τοιούτου γινομένου ἔλεξαν οἱ τύραννοι τῆς Κύπρου, συγκαλέσαντες τῶν Ιὤνων τοὺς στρατηγούς, "ἄνδρες Ιὤνες, αἱρ´εσιν ὑμῖν δίδομεν ἡμεῖς οἱ Κύπριοι ὁκοτέροισι βούλεσθε προσφέρεσθαι, ἢ Πέρσῃσι ἢ Φοίνιξι.? εἰ μὲν γὰρ πεζῇ βούλεσθε ταχθέντες Περσέων διαπειρᾶσθαι, ὡρ´η ἂν εἰή ὑμῖν ἐκβάντας ἐκ τῶν νεῶν τάσσεσθαι πεζῇ, ἡμέας δὲ ἐς τὰς νέας ἐσβαίνειν τὰς ὑμετέρας Φοίνιξι ἀνταγωνιευμένους:

εἰ δὲ Φοινίκων μᾶλλον βούλεσθε διαπειρᾶσθαι, ποιέειν χρεόν ἐστι ὑμέας, ὁκότερα ἂν δὴ τούτων ἕλησθε, ὅκως τὸ κατ ὑμέας ἔσται ἥ τε Ιὠνίη καὶ ἡ Κύπρος ἐλευθέρη. εἶπαν Ιὤνες πρὸς ταῦτα "ἡμέας δὲ ἀπέπεμψε τὸ κοινὸν τῶν Ιὤνων φυλάξοντας τὴν θάλασσαν, ἀλλ οὐκ ἵνα Κυπρίοισι τὰς νέας παραδόντες αὐτοὶ πεζῇ Πέρσῃσι προσφερώμεθα.

ἡμεῖς μέν νυν ἐπ οὗ ἐτάχθημεν, ταύτῃ πειρησόμεθα εἶναι χρηστοί: ὑμέας δὲ χρεόν ἐστι ἀναμνησθέντας οἰᾶ ἐπάσχετε δουλεύοντες πρὸς τῶν Μήδων, γίνεσθαι ἄνδρας ἀγαθούς.?

상위

The Histories

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION