호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
προστάξασ δὲ ταῦτα εἶπε, καλέσασ ἐσ ὄψιν Ἱστιαῖον τὸν Μιλήσιον, τὸν ὁ Δαρεῖοσ κατεῖχε χρόνον ἤδη πολλόν, "πυνθάνομαι Ἱστιαῖε ἐπίτροπον τὸν σόν, τῷ σὺ Μίλητον ἐπέτρεψασ, νεώτερα ἐσ ἐμὲ πεποιηκέναι πρήγματα· ἄνδρασ γάρ μοι ἐκ τῆσ ἑτέρησ ἠπείρου ἐπαγαγών, καὶ Ιὤνασ σὺν αὐτοῖσι τοὺσ δώσοντασ ἐμοὶ δίκην τῶν ἐποίησαν, τούτουσ ἀναγνώσασ ἅμα ἐκείνοισι ἕπεσθαι, Σαρδίων με ἀπεστέρησε. νῦν ὦν κῶσ τοι ταῦτα φαίνεται ἔχειν καλῶσ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기