Herodotus, The Histories, book 5, chapter 90 3:

(헤로도토스, The Histories, book 5, chapter 90 3:)

ἔτι τε πρὸσ τούτοισι ἐνῆγον σφέασ οἱ χρησμοὶ λέγοντεσ πολλά τε καὶ ἀνάρσια ἔσεσθαι αὐτοῖσι ἐξ Ἀθηναίων, τῶν πρότερον μὲν ἦσαν ἀδαέεσ, τότε δὲ Κλεομένεοσ κομίσαντοσ ἐσ Σπάρτην ἐξέμαθον. ἐκτήσατο δὲ ὁ Κλεομένησ ἐκ τῆσ Ἀθηναίων ἀκροπόλιοσ τοὺσ χρησμούσ, τοὺσ ἔκτηντο μὲν πρότερον οἱ Πεισιστρατίδαι, ἐξελαυνόμενοι δὲ ἔλιπον ἐν τῷ ἱρῷ, καταλειφθέντασ δὲ ὁ Κλεομένησ ἀνέλαβε.

상위

The Histories

목록

SEARCH

MENU NAVIGATION