호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δέ, δοκέειν ἐμοί, ἐμιμέετο ὁ Κλεισθένησ οὗτοσ τὸν ἑωυτοῦ μητροπάτορα Κλεισθένεα τὸν Σικυῶνοσ τύραννον. Κλεισθένησ γὰρ Ἀργείοισι πολεμήσασ τοῦτο μὲν ῥαψῳδοὺσ ἔπαυσε ἐν Σικυῶνι ἀγωνίζεσθαι τῶν Ὁμηρείων ἐπέων εἵνεκα, ὅτι Ἀργεῖοί τε καὶ Ἄργοσ τὰ πολλὰ πάντα ὑμνέαται· τοῦτο δέ, ἡρώιον γὰρ ἦν καὶ ἔστι ἐν αὐτῇ τῇ ἀγορῇ τῶν Σικυωνίων Ἀδρήστου τοῦ Ταλαοῦ, τοῦτον ἐπεθύμησε ὁ Κλεισθένησ ἐόντα Ἀργεῖον ἐκβαλεῖν ἐκ τῆσ χώρησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기