호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ μὲν δὴ ἄλλοι πάντεσ γνώμην κατὰ τὠυτὸ ἐξεφέροντο, κελεύοντεσ ἀπίστασθαι· Ἑκαταῖοσ δ’ ὁ λογοποιὸσ πρῶτα μὲν οὐκ ἐά πόλεμον βασιλέι τῶν Περσέων ἀναιρέεσθαι, καταλέγων τά τε ἔθνεα πάντα τῶν ἦρχε Δαρεῖοσ καὶ τὴν δύναμιν αὐτοῦ. ἐπείτε δὲ οὐκ ἔπειθε, δεύτερα συνεβούλευε ποιέειν ὅκωσ ναυκρατέεσ τῆσ θαλάσσησ ἔσονται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기