호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ γὰρ Ἱστιαῖοσ βουλόμενοσ τῷ Ἀρισταγόρῃ σημῆναι ἀποστῆναι ἄλλωσ μὲν οὐδαμῶσ εἶχε ἀσφαλέωσ σημῆναι ὥστε φυλασσομενέων τῶν ὁδῶν, ὁ δὲ τῶν δούλων τὸν πιστότατον ἀποξυρήσασ τὴν κεφαλὴν ἔστιξε καὶ ἀνέμεινε ἀναφῦναι τὰσ τρίχασ, ὡσ δὲ ἀνέφυσαν τάχιστα, ἀπέπεμπε ἐσ Μίλητον ἐντειλάμενοσ αὐτῷ ἄλλο μὲν οὐδέν, ἐπεὰν δὲ ἀπίκηται ἐσ Μίλητον, κελεύειν Ἀρισταγόρην ξυρήσαντά μιν τὰσ τρίχασ κατιδέσθαι ἐσ τὴν κεφαλήν. τὰ δὲ στίγματα ἐσήμαινε, ὡσ καὶ πρότερόν μοι εἴρηται, ἀπόστασιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기