- 텍스트

Herodotus, The Histories, book 5, chapter 27

(헤로도토스, The Histories, book 5, chapter 27)

οἱ μὲν δὴ Λήμνιοι καὶ ἐμαχέσαντο εὖ καὶ ἀμυνόμενοι ἀνὰ χρόνον ἐκακώθησαν, τοῖσι δὲ περιεοῦσι αὐτῶν οἱ Πέρσαι ὕπαρχον ἐπιστᾶσι Λυκάρητον τὸν Μαιανδρίου τοῦ βασιλεύσαντος Σάμου ἀδελφεόν.? οὗτος ὁ Λυκάρητος ἄρχων ἐν Λήμνῳ τελευτᾷ.

αἰτίη δὲ τούτου ἥδε: πάντας ἠνδραποδίζετο καὶ κατεστρέφετο τοὺς μὲν λιποστρατίης ἐπὶ Σκύθας αἰτιώμενος, τοὺς δὲ σίνασθαι τὸν Δαρείου στρατὸν ἀπὸ Σκυθέων ὀπίσω ἀποκομιζόμενον.?

상위

The Histories

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION