호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεύτερον δὴ κεφάλαιον ἦν ἐπιδεῖξαι, τίσι θεωρήμασι χρώμενος καὶ διὰ ποίας ἀσκήσεως προελθὼν τὸ κράτιστον μέρος ἔλαβε τῆς ἁρμονίας.? ἐρῶ δὴ καὶ περὶ τούτων, ὡς ἔχω δόξης. δυεῖν ὄντων τελῶν περὶ πᾶν ἔργον, ὡς εἰπεῖν, ὧν τε φύσις δημιουργὸς καὶ ὧν αἱ τέχναι μητέρες, τοῦ καλοῦ καὶ τῆς ἡδονῆς, εἶδεν, ὅτι κἀν τοῖς λόγοις τοῖς τε ἐμμέτροις καὶ τοῖς ἔξω τοῦ μέτρου κατασκευαζομένοις ἔμελλεν ἀποχρώντως ἕξειν ἀμφοτέρων τούτων. χωρισθὲν γὰρ ἑκάτερον αὐτῶν θατέρου πρὸς τῷ μὴ τέλειον εἶναι καὶ τὴν ἰδίαν ἀρετὴν ἀμαυροτέραν ἴσχει. ταῦτα δὴ συνιδὼν καὶ τῆς μὲν αὐστηρᾶς τὸ καλὸν ὑπολαβὼν εἶναι τέλος, τῆς δὲ γλαφυρᾶς τὸ ἡδύ, ἐζήτει, τίνα ποιητικὰ τοῦ κάλλους ἐστὶ καὶ τίνα τῆς ἡδονῆς. εὑρ´ισκε δὴ τὰ μὲν αὐτὰ ἀμφοτέρων ὄντα αἴτια, τὰ μέλη καὶ τοὺς ῥυθμοὺς καὶ τὰς μεταβολὰς καὶ τὸ παρακολουθοῦν ἅπασιν αὐτοῖς πρέπον, οὐ μὴν κατὰ τὸν αὐτὸν τρόπον ἑκάτερα σχηματιζόμενα. ὃν δὲ λόγον ἔχει τούτων ἕκαστον, ἐγὼ πειράσομαι διδάσκειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기