- 텍스트

Dionysius of Halicarnassus, De Demosthene, chapter 45

(디오니시오스, De Demosthene, chapter 45)

ἐκ δὲ τῶν ἐναγωνίων αὐτοῦ λόγων, ὁπόσοι πρὸς δικαστήρια γεγόνασιν ἢ πρὸς ἐκκλησίας, τεκμαίρομαι, ὅτι ταύτην τὴν γνώμην ὁ ἀνὴρ εἶχεν.? ὁρῶ γὰρ αὐτόν, εἴ ποτε λάβοι πράγματα χαριεστέρας δεόμενα κατασκευῆς, πανηγυρικὴν αὐτοῖς ἀποδιδόντα τῆς λέξεως ἁρμονίαν, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους πεποίηκε λόγῳ πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δ ἐν οἶς τὸν περὶ τῶν νόμων ἀποδίδωσι λόγον καὶ τὸν περὶ τῶν φονικῶν δικαστηρίων, ἐφ ἧς χρείας ἕκαστον αὐτῶν τέτακται: κἀν τῷ κατὰ Λεπτίνου περὶ τῆς ἀτελείας κατὰ πολλὰ μέρη, μάλιστα δ ἐν τοῖς ἐγκωμίοις τῶν εὐεργετῶν τῆς πόλεως Χαβρίου τε καὶ Κόνωνος καί τινων ἑτέρων, κἀν τῷ περὶ τοῦ στεφάνου καὶ ἐν ἄλλοις συχνοῖς. τοῦτο δὲ δή μοι πρῶτον ἐνθυμηθεὶς δοκεῖ συμμεθαρμόζεσθαι ταῖς ὑποθέσεσι τὸν χαρακτῆρα τῆς συνθέσεως καὶ ἔτι μετὰ τοῦτο τὰς ἰδέας τοῦ λόγου καταμαθών, ὅτι οὐχ ἅπασαι τὸν αὐτὸν ἀπαιτοῦσιν οὔτε ἐκλογῆς ὀνομάτων κόσμον οὔτε συνθέσεως, ἀλλ αἳ μὲν τὸν γλαφυρώτερον αἳ δὲ τὸν αὐστηρότερον, καὶ τῇ τούτων ἀκολουθήσας χρείᾳ τὰ μὲν προοίμια καὶ τὰς διηγήσεις ποιεῖν πλεῖον ἐχούσας τοῦ σεμνοῦ τὸ ἡδύ, τὰς δὲ πίστεις καὶ τοὺς ἐπιλόγους τῆς μὲν ἡδείας συνθέσεως ἐλάττω μοῖραν ἐχούσας, τῆς δὲ αὐστηρᾶς καὶ πεπινωμένης πλείω. ἐν αἷς μὲν γὰρ δεῖ κολακευθῆναι τὸν ἀκροατὴν καὶ παρακολουθῆσαι τοῖς πράγμασι κακῶν ἀλλοτρίων διηγήσεις αὐχμηρὰς ἐνίοτε καὶ ἀηδεῖς ἀκούοντα, ἔνθα εἰ μὴ τὸ παρηδῦνον ἡ σύνθεσις ἐπενέγκοι ἢ παραμυθήσαιτο τὸν τῆς διανοίας κόπον, οὐχ ἕξουσιν αἱ πίστεις βάσιν ἀσφαλῆ: ἐν οἷς δὲ τὰ πρὸς τὴν ἀλήθειαν καὶ τὸ συμφέρον συντείνοντα λέγεσθαι:

ταῦτα δὲ ἁπλοϊκῶς πως καὶ γενναίως καὶ μετὰ σεμνότητος αὐστηρᾶς ἀπαιτοῦσιν οἱ πολλοὶ μανθάνειν, τὸ δὲ κωτίλον ἐν τούτοις καὶ ἀπατηλὸν ὡρ´αν οὐκ ἔχει ἐπὶ τῶν ἐναγωνίων λόγων. οὐ τὴν αὐτὴν οὖν ἐπιστάμενος ἁπάντων φύσιν οὐδὲ τοὺς αὐτοὺς ᾤετο δεῖν πᾶσι προσήκειν κόσμους, ἀλλὰ τοῖς μὲν δημηγορικοῖς τὸ ἀξίωμα καὶ τὴν μεγαληγορίαν μᾶλλον ἁρμόττειν, τοῖς δὲ δικανικοῖς, ἔνθα τῶν ἀλλοτρίων ἀκουστὴς γίνεται κακῶν ὁ δικαστής, ψυχῆς τε καὶ τῶν ἄλλων, ὅσα τιμιώτατά ἐστιν ἀνθρώποις, ἀγών, τὴν χάριν καὶ τὴν ἡδονὴν καὶ τὴν ἀπάτην καὶ τὰ παραπλήσια τούτοις. διὰ τοῦτο ἐν μὲν ταῖς συμβουλαῖς καὶ μάλιστα ταῖς κατὰ Φιλίππου κατακορεστέραις κέχρηται ταῖς αὐστηραῖς ἁρμονίαις, ἐν δὲ τοῖς πρὸς τὰ δικαστήρια συνταχθεῖσι ταῖς γλαφυραῖς.

καὶ αὐτῶν δὲ τῶν δικανικῶν πάλιν ἐν μὲν τοῖς δημοσίοις, ἔνθα τὸ ἀξίωμα ἔδει τῆς πόλεως φυλάξαι, ταῖς μεγαλοπρεπεστέραις πλείοσιν, ἐν δὲ τοῖς ἰδιωτικοῖς ἐλάττοσι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION