호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑπομνήσω δὲ πρῶτον μέν, ἃ τοῖς ἄλλοις πλάσμασιν ἔφην ἰδίας ἀρετὰς συμβεβηκέναι τοῖς Δημοσθένους , ἵν εὐσύνοπτος μᾶλλον γένηταί μοι ὁ λόγος.? δοκεῖ δή μοι τῶν μὲν ὑψηλῇ καὶ περιττῇ καὶ ἐξηλλαγμένῃ λέξει κεχρημένων κατὰ τὸ σαφέστερον καὶ κοινότερον τῇ ἑρμηνείᾳ κεχρῆσθαι προὔχειν ὁ Δημοσθένης. τούτων γὰρ ἐν πάσῃ κατασκευῇ στοχάζεται μέγεθος ἐχούσῃ καὶ ταύταις κέχρηται χαρακτηρικωτάταις ἀρεταῖς ἐπὶ τῆς ὑψηλῆς καὶ ξενοπρεποῦς ὀνομασίας ὥς γε μάλιστα. τῶν δὲ τὴν λιτὴν καὶ ἰσχνὴν καὶ ἀπέριττον ἐπιτηδευόντων φράσιν τῷ τόνῳ τῆς λέξεως ἐδόκει μοι διαλλάττειν καὶ τῷ βάρει καὶ τῇ στριφνότητι καὶ τῷ πικραίνειν ὡς ἐπὶ τὸ πολύ: ταῦτα γάρ ἐστιν ἐκείνου χαρακτηρικὰ τοῦ πλάσματος παρ αὐτῷ καὶ τὰ παραπλήσια τούτοις. τῶν δὲ τὴν μέσην διάλεκτον ἠσκηκότων, ἣν δὴ κρατίστην ἀποφαίνομαι, κατὰ ταυτὶ διαφέρειν αὐτὸν ὑπελάμβανον: κατὰ τὴν ποικιλίαν, κατὰ τὴν συμμετρίαν, κατὰ τὴν εὐκαιρίαν, ἔτι πρὸς τούτοις κατὰ τὸ παθητικόν τε καὶ ἐναγώνιον καὶ δραστήριον καὶ τελευταῖον τὸ πρέπον, ὃ τῶν ἄστρων ψαύει παρὰ Δημοσθένει. ταῦτα μὲν οὖν χωρὶς ἑκάστῳ τῶν τριῶν πλασμάτων παρακολουθεῖν ἔφην καὶ ἐκ τούτων ἠξίουν τὴν Δημοσθένους δύναμιν πεφυκότα μὲν καὶ τοῖς ἄλλοις παρακολουθεῖν πλάσμασι, κρατίστην δὲ ὄψιν ἔχοντα καὶ ἐκπρεπεστάτην ἐν τούτοις τοῖς χωρίοις. εἰ δέ τις ἀξιώσει συκοφαντεῖν τὴν διαίρεσιν, ἐπειδὴ τὰς κοινῇ παρακολουθούσας πᾶσι τοῖς πλάσμασιν ἀρετὰς τρίχα διανείμασα τὸ ἴδιον ἑκάσταις ἀποδίδωσιν, ἐκεῖνα ἂν εἴποιμι πρὸς αὐτόν, ὅτι καθ ὃ μάλιστα χωρίον ἑκάστη τῶν ἀρετῶν ὄψιν τε ἡδίστην ἔχει καὶ χρῆσιν ὠφελιμωτάτην, κατὰ τοῦτο τάττειν αὐτὴν ἀξιῶ, ἐπεὶ καὶ τῆς σαφηνείας καὶ τῆς συντομίας καὶ τοῦ πιθανοῦ χωρίον ἀποφαίνουσιν οἱ τεχνογράφοι τὴν διήγησιν οὐχ ὡς οὐκ ἀλλαχοῦ οὐδαμοῦ δέον ἐξετάξεσθαι τὰς ἀρετὰς ταύτας πάνυ γὰρ ἄτοπον, ἀλλ ὡς ἐν τῇ διηγήσει δέον μάλιστα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기