- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 45

(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 9, chapter 45)

εἰ μὲν οὖν, ἔφη, ἥδε ἡ ἀρχὴ μεθ ὁμονοίας εἰσῆλθεν εἰς τὴν πόλιν ἐπὶ τῷ πάντων ἀγαθῷ παροῦσα σὺν οἰωνοῖς τε καὶ ὀττείαις, πολλῶν ἂν ἡμῖν ἐγίνετο καὶ μεγάλων ἀγαθῶν αἰτία, χαρίτων, ὁμοφροσύνης, εὐνομίας, ἐλπίδων χρηστῶν παρὰ τοῦ δαιμονίου, μυρίων ἄλλων:? νῦν δέ, βία γὰρ αὐτὴν εἰσήγαγε καὶ παρανομία καὶ στάσις καὶ πολέμου δέος ἐμφυλίου καὶ πάντα τὰ ἔχθιστα ἐν ἀνθρώποις τί οὖν ἔτι καὶ μέλλει χρηστὸν ἔσεσθαί ποτ ἢ σωτήριον τοιαύτας λαβούσης τὰς ἀρχάς· τῶν ἀναβλαστανόντων ἐξ αὐτῆς κακῶν ζητεῖν, ὁπόσα εἰς ἀνθρώπινον πίπτει λογισμόν, μενούσης ἔτι τῆς πονηρᾶς ῥίζης.

οὐ γὰρ ἔσται πέρας οὐδ ἀπαλλαγὴ τῶν δαιμονίων χόλων, ἑώς ἂν ἥδε ἡ βάσκανος ἐρινὺς καὶ φαγέδαινα ἐγκαθημένη πάντα σήπῃ καὶ διαφθείρῃ τὰ καλά.

ἀλλ ὑπὲρ μὲν τούτων ἕτερος ἔσται λόγος καὶ καιρὸς ἐπιτηδειότερος, νῦν δ ἐπεὶ τὰ παρόντα εὖ τίθεσθαι χρή, πᾶσαν εἰρωνείαν ἀφεὶς τάδε ὑμῖν λέγω: οὔθ ὅδε ὁ νόμος οὔτ ἄλλος οὐδείς, ὃν οὐχ ἡ βουλὴ προβουλεύσει, κύριος ἐπὶ τῆς ἐμῆς ὑπατείας γενήσεται, ἀλλὰ καὶ λόγοις ἀγωνιοῦμαι περὶ τῆς ἀριστοκρατίας, κἂν εἰς τὰ ἔργα δέῃ χωρεῖν οὐδ ἐν τούτοις τῶν ἐναντιουμένων λελείψομαι: καὶ εἰ μὴ πρότερον ἔγνωτε, ὅσην ἰσχὺν ἔχει τὸ τῶν ὑπάτων κράτος, ἐπὶ τῆς ἐμῆς ἀρχῆς μαθήσεσθε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION